Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1050
Not analysed yet
Porphyrius de anima apud Eusebium praep. evang. XV p. 818c. (contra Stoicos disputans): Τὸν δὲ θεὸν οὐκ ὀκνοῦσι πῦρ νοερὸν εἰπόντες ἀΐδιον καταλείπειν, καὶ φθείρειν μὲν πάντα λέγειν καὶ ἐπινέμεσθαι, ὡς τοιοῦτον ὂν πῦρ οἷον τὸ ἡμῖν συνεγνωσμένον, ἀντιλέγειν τε τῷ Ἀριστοτέλει, παραιτουμένῳ τὸν αἰθέρα ἐκ πυρὸς λέγειν τοιούτου. ἀπαιτούμενοι δὲ πῶς τὸ τοιοῦτον ἐπιδιαμένει πῦρ, ἀλλοῖον μὲν πῦρ οὐ λέγουσιν εἶναι, τὸ τοιοῦτον δ’ εἰπόντες καὶ πιστεύειν αὐτοῖς εἰποῦσιν ἀξιώσαντες, τῇ ἀλόγῳ ταύτῃ πίστει ἐπισυνάπτουσιν ὅτι καὶ ἀΐδιόν ἐστι πῦρ, ἐκ μέρους καὶ τὸ αἰθέριον σβέννυσθαι καὶ ἀνάπτεσθαι τιθέντες. ἀλλὰ τὴν τούτων πρὸς μὲν τὰ αὑτῶν ἀβλεψίαν, πρὸς δὲ τὰ τῶν παλαιῶν ῥᾳθυμίαν τε καὶ καταφρόνησιν, τί ἄν τις ἐπιὼν ἐπὶ πλέον μηκύνοι;