Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1053
Not analysed yet
Origenes contra Celsum I Vol. I p. 72, 11 Kö. (p. 339 Del.) . εἴθε -καὶ οἱ σῶμα εἰπόντες τὸν θεὸν Στωϊκοὶ τοῦ λόγου τούτου ἤκουσαν, ἵνα μὴ πληρωθῇ ὁ κόσμος λόγου -ἀρχὴν φθαρτὴν εἰσάγοντος τὴν σωματικήν, καθ’ ἣν καὶ ὁ θεὸς τοῖς Στωϊκοῖς ἐστι σῶμα, οὐκ αἰδουμένοις λέγειν αὐτὸν τρεπτὸν καὶ δι’ ὅλων ἀλλοιωτὸν καὶ μεταβλητὸν καὶ ἁπαξαπλῶς δυνάμενον φθαρῆναι, εἰ ἔχοι τὸν φθείροντα· εὐτυχοῦντα δὲ μὴ φθαρῆναι, παρὰ τὸ μηδὲν εἶναι τὸ φθεῖρον αὐτόν. Cf. III 75 (p. 496 Del.) . Στωϊκῶν θεὸν φθαρτὸν εἰσαγόντων καὶ τὴν οὐσίαν αὐτοῦ λεγόντων σῶμα τρεπτὸν δι’ ὅλων καὶ ἀλλοιωτὸν καὶ μεταβλητόν, καί ποτε πάντα φθειρόντων καὶ μόνον τὸν θεὸν καταλειπόντων.