Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1054
Not analysed yet
Origenes in evang. Ioannis XIII 21. ὀλίγοι γὰρ διειλήφασι περὶ τῆς τῶν σωμάτων φύσεως καὶ μάλιστα τῶν ὑπὸ λόγου καὶ προνοίας κατακοσμουμένων· καίτοι τὸ προνοοῦν τῆς αὐτῆς οὐσίας λέγοντες εἶναι τοῖς προνοουμένοις γενικῷ λόγῳ, τέλειον ὅμως καὶ ἀλλοῖον τοῦ προνοουμένου. Παρεδέξαντο δὲ τὰ ἀπαντῶντα τῷ λόγῳ αὐτῶν ἄτοπα οἱ θέλοντες εἶναι σῶμα τὸν θεόν, ἅτε μὴ δυνάμενοι ἀντιβλέπειν ⟨τοῖς⟩ ἐκ λόγου ἐναργῶς παρισταμένοις. Ταῦτα δέ φημι καθ’ ὑπεξαίρεσιν τῶν πέμπτην λεγόντων εἶναι φύσιν σωμάτων παρὰ τὰ στοιχεῖα. Εἰ δὲ πᾶν σῶμα ὑλικὴν ἔχει φύσιν, τῷ ἰδίῳ λόγῳ ἄποιον τυγχάνον, τρεπτὴν δὲ καὶ ἀλλοιωτὴν καὶ δι’ ὅλων μεταβλητὴν καὶ ποιότητας χωροῦσαν, ἃς ἂν βούληται αὐτῇ περιτιθέναι ὁ δημιουργός, ἀνάγκη καὶ τὸν θεὸν ὑλικὸν ὄντα τρεπτὸν εἶναι καὶ ἀλλοιωτὸν καὶ μεταβλητόν. Καὶ ἐκεῖνοι μὲν οὐκ αἰδοῦνται λέγειν, ὅτι καὶ φθαρτός ἐστι σῶμα ὤν, σῶμα δὲ πνευματικὸν καὶ αἰθερῶδες μάλιστα κατὰ τὸ ἡγεμονικὸν αὐτοῦ· φθαρτὸν δὲ ὄντα μὴ φθείρεσθαι τῷ μὴ εἶναι τὸν φθείροντα αὐτὸν λέγουσιν.