Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1085
Not analysed yet
Scholia Hesiod. Theogon. v. 135. Ῥεία ἡ ἐξ ὄμβρων χύσις ἐστί, κατὰ δὲ τὸν Χρύσιππον ἡ γῆ Ῥέα ἡ φθαρτική, ὅτι εἰς αὐτὴν ἀναλυόμεθα καὶ ὅτι πάντες τῶν ἐν αὐτῇ διαῤῥέουσι. Θέμιν γὰρ τὴν θέσιν τοῦ παντὸς τὴν ἀμετάθετον, Μνημοσύνην δὲ τὴν ἐπιμονὴν τῆς διαπλάσεως τῶν ζῴων. Ibid. v. 136. Φοίβην· τὸ καθαρὸν τοῦ ἀέρος, διὰ τοῦτο καὶ χρυσοστέφανον· καθαρὸς γὰρ ὁ χρυσός. Τηθύν τ’ ἐρατεινήν· τὴν τροφὸν ἢ τὴν πλευστὴν θάλασσαν, τὴν διὰ κέρδος τρέφουσαν.