Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1086
Not analysed yet
Scholia Hesiod. Theogon. v. 134. ἀλληγοροῦσι δὲ ἄλλως τὸν μὲν Κοῖον εἶναι τὴν ποιότητα καὶ Κρεῖον τὴν κρίσιν· Ὑπερίονα δὲ τὸν οὐρανόν, τὸν ὑπεράνω ἡμῶν ἰόντα, καὶ Ἰαπετὸν τὴν κίνησιν αὐτοῦ, παρὰ τὸ ἵεσθαι καὶ πέτεσθαι. ὁ γὰρ οὐρανὸς ἀεικίνητός ἐστι. ἄλλως· Ἰαπετὸν λέγει τὴν τοῦ λογισμοῦ κίνησιν παρὰ τὸ πάντα ἀνερευνᾶν καὶ ζητεῖν περὶ πάντων. Cf. Cornutus c. 17. Κοῖος δὲ (scil. ὠνομάσθη ὁ λόγος), καθ’ ὃν ποιά τινα τὰ ὄντα ἐστί· τῷ γὰρ κ πολλαχοῦ οἱ Ἴωνες ἀντὶ τοῦ π ἐχρῶντο. ——Ὑπερίων δέ, καθ’ ὃν ὑπεράνω τινὰ ἑτέρων περιπορεύεται.