Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1129
Not analysed yet
Dio Chrysost. Or. XXXVI §37 (V. II p. 11, 2 Arn.) . οὐ γὰρ δὴ βασιλέα εἰπόντες τὸν ἐπὶ τῶν ὅλων οὐκ ἂν βασιλεύεσθαι τὸ ὅλον ὁμολογοῖεν οὐδὲ βασιλεύεσθαι φήσαντες οὐκ ἂν πολιτεύεσθαι φαῖεν οὐδ’ εἶναι πολιτείαν [βασιλικὴν] τοῦ παντός. πολιτείαν δ’ αὖ συγχωροῦντες, πόλιν οὐκ ἂν ἀποτρέποιντο ὁμολογεῖν ἤ τι τούτῳ παραπλήσιον τὸ πολιτευόμενον. ὅδε μὲν οὖν ὁ τῶν φιλοσόφων λόγος, ἀγαθὴν καὶ φιλάνθρωπον ἀποδεικνὺς κοινωνίαν δαιμόνων καὶ ἀνθρώπων, μεταδιδοὺς νόμου καὶ πολιτείας οὐ τοῖς τυχοῦσι τῶν ζῴων, ἀλλ’ ὅσοις μέτεστι λόγου καὶ φρονήσεως.