Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1130
Not analysed yet
Dio Chrysost. Or. XXXVI §29 (V. II p. 9, 1 Arn.) . τὸ μὲν δὴ τῆς πόλεως οὕτως, ἔφην, δεῖ ἀκούειν, ὡς οὐκ ἄντικρυς τῶν ἡμετέρων τὸν κόσμον ἀποφαινομένων πόλιν· ἐναντίον γὰρ ⟨ἂν⟩ ὑπῆρχε τοῦτο τῷ λόγῳ τῷ περὶ τῆς πόλεως, ⟨ἣν⟩, ὥσπερ οὖν εἶπον, σύστημα ἀνθρώπων ὡρίσαντο· ἅμα τε οὐκ ἦν ἴσως πρέπον οὐδὲ πιθανὸν κυρίως εἰπόντας εἶναι τὸν κόσμον ζῷον ἔπειτα φάσκειν ὡς ἔστι πόλις· τὸ γὰρ αὐτὸ πόλιν τε καὶ ζῷον οὐκ ἂν οἶμαι ῥᾳδίως ὑπομένοι τις ὑπολαβεῖν. ἀλλὰ τὴν νῦν διακόσμησιν, ὁπηνίκα διήρηται καὶ μεμέρισται τὸ πᾶν εἰς πολλάς τινας μορφὰς φυτῶν τε καὶ ζῴων θνητῶν καὶ ἀθανάτων, ἔτι δὲ ἀέρος καὶ γῆς καὶ ὕδατος καὶ πυρός, ἓν οὐδὲν ἧττον πεφυκὸς ἐν ἅπασι τούτοις καὶ μιᾷ ψυχῇ καὶ δυνάμει διεπόμενον, ἁμῃγέπῃ πόλει προσεικάζουσι διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ γιγνομένων τε καὶ ἀπογιγνομένων, ἔτι δὲ τὴν τάξιν καὶ τὴν εὐκοσμίαν τῆς διοικήσεως. ὁ δὲ λόγος οὗτος ἔμβραχυ ἐσπούδακε ξυναρμόσαι τῷ θείῳ τὸ ἀνθρώπειον γένος καὶ ἑνὶ λόγῳ περιλαβεῖν πᾶν τὸ λογικόν, κοινωνίας ἀρχὴν καὶ δικαιοσύνης μόνην ταύτην ἰσχυρὰν καὶ ἄλυτον εὑρίσκων.