Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1135
Not analysed yet
Galenus de usu partium l. XVII cp. 1 (vol. IV p. 350 K). ἐπεὶ δ’ ἔφθασαν ἔνιοι στοιχεῖα τῶν σωμάτων ὑποθέσθαι τὰ τοιαῦτα ταῖς οὐσίαις, ὡς συναφθῆναι μὴ δύνασθαι τέχνῃ φύσεως, ἠναγκάσθησαν αὐτῇ πολεμεῖν. ὅτι δ’ οὐ δύναται συναφθῆναι, μαθεῖν ἔστιν ἐνθένδε. Τὸ διαπλάττειν μέλλον ὁτιοῦν τεχνικῶς ἤτοι γ’ ἔξωθεν αὐτοῦ ψαύειν ἢ δι’ ὅλου τοῦ διαπλαττομένου διεληλυθέναι χρή. Ἀλλ’ οὔτ’ ἔξωθέν τι ψαῦον τῶν ἀτόμων ἢ ἀμερίστων σωμάτων, ἅπερ ἔνιοι τίθενται στοιχεῖα, διαπλάττειν αὐτὰ πεφυκέναι φασὶν οὐδ’ αὐτοὶ ⟨δήπου⟩ οὔτε δι’ ὅλου ἐκτετάσθαι. Λείπεται οὖν ὡς ἔτυχεν ἀλλήλοις περιπλεκόμενα τὴν τῶν αἰσθητῶν σωμάτων ἐργάσασθαι σύστασιν. Ὡς ἔτυχε δὲ περιπλεκόμενα, σπανίως μέν ποτε χρήσιμον ἐργάζεται τὸ δημιούργημα, πολλάκις δ’ ἄχρηστόν τε καὶ μάταιον. Αὕτη τοιγαροῦν αἰτία τοῦ μὴ βούλεσθαι τὴν φύσιν εἶναι τεχνικὴν ἐκείνους τοὺς ἄνδρας, ὅσοι τὰ πρῶτα σώματα τοιαῦτα εἶναί φασιν, οἷάπερ οἱ τὰς ἀτόμους εἰσάγοντες λέγουσιν. Ὁρωμένων γὰρ ἐναργῶς ἀπάντων τῶν ζῴων εὐθὺς ἔξωθεν οὐδὲν ἄχρηστον ἐχόντων μόριον, ἐπιχειροῦσι καὶ μὴν ἑνὸς εὐπορῆσαί τινος εἰς ἀντιλογίαν etc.