Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1136
Not analysed yet
Galenus de usu partium V 4 Vol. III p. 354 K. ἡμεῖς μὲν γὰρ ἀπερισκεπτότερον αἱρούμεθα τὸ λυσιτελοῦν, εἰ καὶ τύχοι ποτὲ μειζόνως εἰς ἕτερα βλάπτειν πεφυκὸς ἢ ὠφελεῖν εἰς ἃ χρῄζομεν. ἡ φύσις δ’ οὐ καθ’ ἓν τῶν αὑτῆς ἔργων ἀπερισκέπτως οὐδ’ ὑπὸ ῥᾳθυμίας ἐνίοτε μεγάλα κακὰ αἱρουμένη δι’ ἔλαττον ἀγαθόν, ἀλλ’ ἀκριβεῖ μέτρῳ τὸ ποσὸν ἐν ἑκάστῳ κρίνουσα, πολλαπλάσιον ἀεὶ τὸ χρηστὸν ἀποτελεῖ τοῦ μοχθηροῦ. μάλιστα μὲν γάρ, εἴπερ οἷόν τ’ ἦν, ἄνευ παντὸς κακοῦ κατεσκευάσατ’ ἂν ἅπαντα ταῦτα· νυνὶ δέ, οὐ γὰρ ἐνδέχεται τῆς ὕλης φυγεῖν τὴν μοχθηρίαν οὐδεμίαν τῶν τεχνῶν, οὐδ’ ἀδαμάντινόν τε καὶ πάμπαν ἀπαθὲς ἐργάσασθαι τὸ δημιούργημα, καταλείπεται κοσμεῖν αὐτὸ τὸν ἐνδεχόμενον κόσμον. ἐνδέχεται δὲ ἄλλον ἄλλη τῶν ὑλῶν· οὐ γὰρ ἐκ τῆς αὐτῆς δήπουθεν οὐσίας τά τε ἄστρα γέγονε καὶ ἡμεῖς. οὔκουν οὐδὲ τὴν ἀπάθειαν τὴν αὐτὴν ἐπιζητεῖν χρὴ καὶ μέμφεσθαι τῇ φύσει, σμικρὸν εἴ πού τι βλαβερὸν ἴδοιμεν ἐπὶ μυρίοις χρηστοῖς. p. 402. οὐδὲν οὐδαμοῦ τῇ φύσει κατ’ οὐδένα τρόπον ἠμέληται, προγινωσκούσῃ καὶ προορωμένῃ τὰ κατ’ ἀνάγκην ἀκολουθήσοντα τοῖς ἕνεκά του γινομένοις καὶ φθανούσῃ πάντων ἐπανορθώματα παρασκευάζεσθαι.