Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1155
Not analysed yet
Origenes contra Celsum IV 54 Vol. I p. 326, 31 Kö. (p. 545 Delarue). τοιαῦτα γὰρ ἐχρῆν αὐτὸν (scil. τὸν Κέλσον) ἀποφαινόμενον καὶ ἐναντία λέγειν οὐ μόνον ἡμῖν προθέμενον, ἀλλὰ καὶ οὐκ ἀγεννεῖ φιλοσόφων αἱρέσει, τῶν ἀπὸ τοῦ Κιτιέως Ζήνωνος, κατασκευάσαι ὅτι τὰ τῶν ζῴων σώματα οὐκ ἔστιν ἔργα τοῦ θεοῦ· καὶ ὅτι ἡ τοσαύτη περὶ αὐτὰ τέχνη οὐκ ἀπὸ τοῦ πρώτου ἐλήλυθε νοῦ· ἔδει δ’ αὐτὸν καὶ περὶ τῶν τοσούτων καὶ ὑπ’ ἐνυπαρχούσης ἀφαντάστου φύσεως διοικουμένων παντοδαπῶν φυτῶν καὶ πρὸς χρείαν γεγονότων οὐκ εὐκαταφρόνητον ἐν τῷ παντὶ ἀνθρώπων καὶ τῶν ἀνθρώποις διακονουμένων ζῴων, ὅπως ποτὲ ἄλλως ὄντων, μὴ ἀποφήνασθαι μόνον ἀλλὰ καὶ διδάξαι, ὅτι μὴ τέλειός τις νοῦς τὰς τοσαύτας ἐνεποίησε ποιότητας τῇ ὕλῃ τῶν φυτῶν.