Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1168
Not analysed yet
Plutarchus de comm. not. cp. 34 p. 1076c. Οὐ μὴν ἐνταῦθα τὸ δεινότατόν ἐστιν, ἀλλὰ Μενάνδρῳ μὲν εἰπόντι θεατρικῶς (Kock III fr. 724) ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν τὰ λίαν ἀγαθά δυσκολαίνουσι· τοῦτο γὰρ εἶναι παρὰ τὴν ἔννοιαν· αὐτοὶ δὲ τῶν κακῶν ἀρχὴν ἀγαθὸν ὄντα τὸν θεὸν ποιοῦσιν. οὐ γὰρ ἥ γ’ ὕλη τὸ κακὸν ἐξ ἑαυτῆς παρέσχηκεν· ἄποιος γάρ ἐστι καὶ πάσας ὅσας δέχεται διαφορὰς ὑπὸ τοῦ κινοῦντος αὐτὴν καὶ σχηματίζοντος ἔσχε. κινεῖ δ’ αὐτὴν ὁ λόγος ἐνυπάρχων καὶ σχηματίζει, μήτε κινεῖν ἑαυτὴν μήτε σχηματίζειν πεφυκυῖαν.