Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1175
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 15 p. 1040c. Καὶ ὁμοίως ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης τὰ Ἡσιόδεια ταυτὶ προενεγκάμενος· Τοῖσιν δ’ οὐρανόθεν μέγ’ ἐπήλασε πῆμα Κρονίων, λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀφοφθινύθουσι δὲ λαοί· (Hesiod. Op. et D. 242) ταῦτά φησι τοὺς θεοὺς ποιεῖν, ὅπως κολαζομένων τῶν πονηρῶν οἱ λοιποὶ παραδείγμασι τούτοις χρώμενοι ἧττον ἐπιχειρῶσι τοιοῦτόν τι ποιεῖν.