Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1176
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 35 p. 1050a. Ἀλλ' μὴν τὸν θεὸν κολάζειν φησὶ τὴν κακίαν καὶ πολλὰ ποιεῖν ἐπὶ κολάσει τῶν πονηρῶν, ὥσπερ ἐν τῷ δευτέρῳ περὶ Θεῶν ποτὲ μὲν τὰ δύσχρηστα συμβαίνειν φησὶ τοῖς ἀγαθοῖς οὐχ ὥσπερ τοῖς φαύλοις κολάσεως χάριν, ἀλλὰ κατ’ ἄλλην οἰκονομίαν, ὥσπερ ἐν ταῖς πόλεσι. καὶ πάλιν ἐν τούοις· Πρῶτον δὲ τῶν κακῶν παραπλησίως ἐστὶν ἀκουστέον τοῖς προειρμένοις· εἶτα ὅτι ταῦτα ἀπονέμεται κατὰ τὸν τοῦ Διὸς λόγον, ἤται ἐπὶ κολάσει ἢ κατ’ ἄλλην ἔχουσάν πως πρὸς τὰ ὅλα οἰκονομίαν.