Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1177
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 32 p. 1049a. Ὁ δὲ οὕτω καταγελᾷ τῶν ἐπὶ τούτοις ἐγκαλούντων, ὥστε περὶ τοῦ Διός, τοῦ σωτῆρος καὶ γενέτορος καὶ πατρὸς Δίκης καὶ Εὐνομίας καὶ Εἰρήνης ταῦτα γράφειν ἐν τῷ τρίτῳ περὶ Θεῶν· Ὡς δὲ αἱ πόλεις πλεονάσαι εἰς ἀποικίας ἀπαίρουσι τὰ πλήθη καὶ πολέμους ἐνίστανται πρός τινας, οὕτως ὁ θεὸς φθορᾶς ἀρχὰς δίδωσι. καὶ τὸν Εὐριπίδην μάρτυρα καὶ τοὺς ἄλλους προσάγεται τοὺς λέγοντας ὡς ὁ Τρωϊκὸς πόλεμος ὑπὸ τῶν θεῶν ἀπαντλήσεως χάριν τοῦ πλήθους τῶν ἀνθρώπων γένοιτο. p. 1049b. σκόπει δέ, ὅτι τῷ θεῷ καλὰς μὲν ἐπικλήσεις ἀεὶ καὶ φιλανθρώπους, ἄγρια δ’ ἔργα καὶ βάρβαρα καὶ Γαλατικὰ προστίθησιν. Cf. cp. 30 p. 1048c. ὁ δὲ Ζεὺς γελοῖος εἰ Κτήσιος χαίρει καὶ Ἐπικάρπιος καὶ Χαριδότης προσαγορευόμενος etc.