Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1181
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 35 p. 1050f. ἑπιτείνει δὲ τὴν ὑπεναντίωσιν ἐν τῷ δευτέρῳ περὶ Φύσεως γράφων τάδε Ἡ δὲ κακία πρὸς τὰ δεινὰ συμπτώματα ἴδιόν τινα ἔχει λόγον· γίνεται μὲν γὰρ καὶ αὐτή πως κατὰ τὸν τῆς φύσεως λόγον, καί, ἵν’ οὕτως εἴπω, οὐκ ἀχρήστως γίνεται πρὸς τὰ ὅλα· οὐδὲ γὰρ ἂν τἀγαθὰ ἦν. idem de comm. not. cp. 13 p. 1065b. ἀλλὰ χοροῦ μέν ἐστιν ἐμμέλεια, μηδενὸς ἀπᾴδοντος ἐν αὐτῷ· καὶ σώματος ὑγίεια, μηδενὸς μορίου νοσοῦντος· ἀρετὴ δ’ ἄνευ κακίας οὐκ ἔχει γένεσιν, ἀλλ’ ὥσπερ ἐνίαις τῶν ἰατρικῶν δυνάμεων ἰὸς ὄφεως καὶ χολὴ ὑαίνης ἀναγκαῖόν ἐστιν, οὕτως ἐπιτηδειότης ἑτέρα τῇ Μελήτου μοχθηρίᾳ πρὸς τὴν Σωκράτους δικαιοσύνην, καὶ τῇ Κλέωνος ἀναγωγίᾳ πρὸς τὴν Περικλέους καλοκἀγαθίαν· πῶς δ’ ἂν εὖρεν ὁ Ζεὺς τὸν Ἡρακλέα φῦσαι καὶ τὸν Λυκοῦργον, εἰ μὴ καὶ Σαρδανάπαλον ἡμῖν ἔφυσε καὶ Φάλαριν; ——Τί γὰρ διαφέρουσι τῶν ταῦτα ληρούντων καὶ φλυαρούντων οἱ λέγοντες μὴ ἀχρήστως γεγονέναι πρὸς τὴν ἐγκράτειαν τὴν ἀκολασίαν, καὶ πρὸς τὴν δικαιοσύνην τὴν ἀδικίαν; idem de comm. not. cp. l4 p. 1065d. Ἢ βούλει τὸ ἥδιστον αὐτοῦ τῆς γλαφυρίας καὶ πιθανότητος ῾στορῆςαι· Ὥσπερ γὰρ αἱ κωμῳδίαι, φησίν, ἐπιγράμματα γελοῖα φέρουσιν, ἃ καθ’ αὑτὰ μέν ἐστι φαῦλα, τῷ δὲ ὅλῳ ποιήματι χάριν τινὰ προστίθησιν· οὕτω ψέξειας ἂν αὐτὴν ἐφ’ ἑαυτῆς τὴν κακίαν· τοῖς δ’ ἄλλοις οὐκ ἄχρηστός ἐστι. ibidem cp. 16 p. 1066d. Λα. ——ἐπιθυμῶ γὰρ πυθέσθαι, τίνα δὴ τρόπον οἱ ἄνδρες (Stoici) τὰ κακὰ τῶν ἀγαθῶν, καὶ τὴν κακίαν τῆς ἀρετῆς προεισάγουσιν. Διαδ. ——πολὺς μὲν ὁ ψελλισμὸς αὐτῶν, τέλος δὲ τὴν μὲν φρόνησιν ἐπιστήμην ἀγαθῶν καὶ κακῶν οὖσαν, ⟨ἀναιρεθέντων τῶν κακῶν⟩ καὶ παντάπασιν ἀναιρεῖσθαι λέγουσιν· ὡς δ’ ἀληθῶν ὄντων ἀδύνατον μὴ καὶ ψευδῆ τινα εἶναι, παραπλησίως οἴονται προσήκειν, ἀγαθῶν ὑπαρχόντων καὶ κακὰ ὑπάρχειν.) M. Antoninus VI 42. Ἀλλὰ σὺ μὴ τοιοῦτο μέρος γένῃ, οἷος ὁ εὐτελὴς καὶ γελοῖος στίχος ἐν τῷ δράματι, οὗ Χρύσιππος μέμνηται.