Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1185
Not analysed yet
Origenes de princip. III p. 162 ed. Delarue. καὶ γὰρ ἐπὶ τῶν τῆς ἁπτομένης τοῦ παντὸς κόσμου προνοίας ἔργων τινὰ μὲν ἐναργέστατα φαίνεται ᾗ προνοίας ἐστὶν ἔργα, ἕτερα δὲ οὕτως ἀποκέκρυπται, ὡς ἀπιστίας χώραν παρέχειν δοκεῖν τῆς περὶ τοῦ τέχνῃ ἀφάτῳ καὶ δυνάμει διοικοῦντος τὰ ὅλα θεοῦ. Οὐχ οὕτω γὰρ σαφὴς ὁ περὶ τοῦ προνοοῦντος τεχνικὸς λόγος ἐν τοῖς ἐπὶ γῆς, ὡς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις· καὶ οὐχ οὕτω δῆλος ἐν τοῖς κατὰ τὰ ἀνθρώπινα συμπτώματα ὡς ἐν ταῖς ψυχαῖς καὶ τοῖς σώμασι τῶν ζῴων· σφόδρα τοῦ πρὸς τί καὶ ἕνεκα τίνος εὑρισκομένου τοῖς τούτων ἐπιμελομένοις περὶ τὰς ὁρμὰς καὶ τὰς φαντασίας καὶ φύσεις τῶν ζῴων καὶ τὰς κατασκευὰς τῶν σωμάτων.