Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.172
Not analysed yet
Simplicius in Aristot. categ. f. 98 Γ ed. Bas. ἀλλ’ ἐπειδὴ σαφηνείας ἔτυχεν ἡ τοῦ Ἀριστοτέλους λέξις, ἴδωμεν καὶ ὅσα τῷ τόπῳ προσεξεργάζονται οἱ κλεινότεροι τῶν ἐξηγητῶν. Τῶν γὰρ Στωϊκῶν μέγα φρονούντων ἐπὶ τῇ τῶν λογικῶν ἐξεργασίᾳ, ἔν τε τοῖς ἄλλοις καὶ ἐπὶ τῶν ἐναντίων, σπουδάζουσι δεικνύναι, ὅτι πάντων τὰς ἀφορμὰς ὁ Ἀριστοτέλης παρέσχεν ἐν ἑνὶ βιβλίῳ, ὅ περὶ ἀντικειμένων ἐπέγραψεν, ἐν ᾧ καὶ ἀποριῶν ἐστι πλῆθος ἀμήχανον, ὧν ὀλίγην ἐκεῖνοι μοῖραν παρέθεντο· καὶ τὰ μὲν ἄλλα ἐν εἰσαγωγῇ παρεμβαλεῖν οὐκ εὔλογον. ὅσα δὲ συμφώνως οἱ Στωϊκοὶ τῷ Ἀριστοτέλει διετάξαντο, ταῦτα ῥητέον. Ὅρου τοίνυν παλαιοῦ περὶ τῶν ἐναντίων καταβεβλημένου, οὗ καὶ ἔμπροσθεν ἐμνημονεύσαμεν, ὅτι ὅσα ἐστὶν ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διαφέρει, ἠθέτηκε τὸν ὅρον ὁ Ἀριστοτέλης ἐν τῷ περὶ τῶν ἀντικειμένων, πολυειδῶς βασανίσας αὐτόν. ——Χρησαμένου δὲ ὅμως τῷ ὅρῳ τούτῳ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ μετὰ τοῦ ἐπισημήνασθαι ὅτι παλαιὸς ὁ ὅρος, οἱ ἀπὸ τῆς Στοᾶς παραλαβόντες αὐτὸν ἐχρήσαντο, τὸ μὲν σαθρὸν αὐτοῦ παραδεικνύοντες, πειρώμενοι δὲ ὅμως λύειν τὰ δοκοῦντα ἄτοπα. ——τούτοις οὖν οἱ ἀπὸ τῆς Στοᾶς ἐχρήσαντο πᾶσιν καὶ ⟨ἐν⟩ τοῖς ἄλλοις διορισμοῖς τοῖς περὶ τῶν ἐναντίων Ἀριστοτέλει κατὰ πόδας ἠκολούθησαν, ἐκείνου τὰς ἀφορμὰς αὐτοῖς δεδωκότος ἐν τῷ περὶ τῶν ἀντικειμένων συγγράμματι ἃς ἐξειργάσαντο ἐν τοῖς αὑτῶν βιβλίοις.