Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.173
Not analysed yet
Simplicius in Aristot. categ. f. 98 E. ed. Bas. καὶ γὰρ καὶ τὰς ἕξεις ἐναντίας ὑπέλαβον, ὡς ἐκεῖνος (scil. Aristoteles), οἷον φρόνησιν ἀφροσύνην, καὶ τὰ κατηγορήματα, ὥσπερ τὸ φρονεῖν καὶ ἀφραίνεῖν, καὶ τὰς μεσότητας, οἷον τὸ φρονίμως ἢ ἀφρόνως. τοὺς μέντοι ποιοὺς καὶ πῶς ἔχοντας οὐκέτι ὑπέλαβον ἐναντίους, ἀλλ’ ἐναντίως ἔχειν, καὶ ⟨οὐ⟩ τοῦτον τούτ{v ἀλλ’ ἀμέσως τὸν φρόνιμον τῷ ἄφρονι λέγουσιν. ἐὰν δέ ποτε καὶ λέγωμεν τοῦτον τούτῳ ἐναντίον εἶναι, ἐπὶ τὰ ἄμεσα ⟨βλέποντες⟩ ποιούμεθα τὴν σημασίαν, ὥς φασι. κυριώτατα μὲν οὖν ἐπὶ τῶν ἕξεων καὶ τῶν σχέσεων καὶ τῶν ἐνεργειῶν καὶ τῶν τούτοις παραπλησίων ἡ ἐναντίωσις θεωρεῖται. δεύτερον δὲ ὡς ἐναντία λέγεται τὰ κατηγορήματα καὶ τὰ κατηγορούμενά πως ἐκείνοις. προσάγει δὲ ἀμῶς γέ πως πρὸς τὰ ἐναντία καὶ τὸ φρονίμως καὶ ἀφρόνως. ὅλως δὲ ἐν τοῖς πράγμασι τὰ ἐναντία θεωρεῖται, καὶ ἡ φρόνησις τῇ ἀφροσύνῃ ἀμέσως οὕτως ἐναντία λέγεται, οὐχ ἥδε τῇδε· τοιαύτης δὲ οὔσης τῆς Στωϊκης διδασκαλίας, ἴδωμεν πῶς αὐτὴν ἀπὸ τῆς Ἀριστοτέλους παραδόσεως παρεσπάσαντο.