Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.174
Not analysed yet
Simplicius in Aristot. categ. f. 98 Z. ed. Bas. ὄντος δὲ δυνατοῦ τὸ αὐτὸ καὶ κατ’ ἀσύνθετον φωνὴν εἰπεῖν, οἷον φρόνησιν ἀφροσύνην, καὶ δι’ ὅρου, οἷον ἐπιστήμην ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων καὶ τὴν ἀφροσύνην ἄγνοιαν τῶν αὐτῶν, ζητοῦσι πότερόν ἐστι τὰ κατὰ τὰ ἁπλᾶ μόνον ἢ ⟨καὶ τὰ⟩ κατὰ τοὺς ὅρους ⟨ἐναντία⟩· καὶ ὅ γε Χρύσιππος ἐφίστησι, μήποτε τὰ προσηγορικὰ καὶ ἁπλᾶ μόνον ἐστὶν ἐναντία, τὰ δὲ οὐκ ἔστι. πολλὰ γὰρ ἐν τούτοις συμπεριλαμβάνομεν καὶ μετὰ ἄρθρων καὶ μετὰ συνδέσμων καὶ ἄλλων δὲ μορίων ἐξηγητικῶν ⟨προφέρομεν⟩ ὧν ἕκαστον εἰς τὸν τῶν ἐναντίων λόγον ἀλλοτρίως ἂν παραλαμβάνοιτο· διὸ τὴν μὲν φρόνησιν τῇ ἀφροσύνῃ φησὶν εἶναι ἐναντίον, τὸν δὲ ὅρον τῷ ὅρῳ οὐκέτι ὁμοειδῶς ἐναντίον εἶναί φησιν ἐπ’ ἐκεῖνα δὲ ποιούμενοι τὴν ἀναφορὰν καὶ τοὺς ὅρους κατὰ συζυγίαν ἀντιτιθέασι.