Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.185
Not analysed yet
Simplicius in Aristot. categ. f. 84 Δ ed. Bas. Παρατηρεῖν δὲ δεῖ καὶ πότε ὀρθόν ἐστι καὶ πότε ὕπτιον τὸ ἐνέργημα ἢ πάθος. αὐτίκα τὸ μὲν λυπεῖν ὀρθὸν τοῖς πολλοῖς δοκεῖ, τὸ δὲ λυπεῖσθαι ὕπτιον. οὐ μὴν ἀεὶ τοῦτο συμβαίνει, ὥσπερ ἐπὶ τοῦ τύπτοντος καὶ τυπτομένου· ἐνδέχεται γὰρ μὴ ἀεὶ συνεῖναι τὸν λυποῦντα, οἷον τὸν ἀποθανόντα υἱόν, εἰ ἐπ’ αὐτῷ τις λυποῖτο· ἐνδέχεται δὲ καὶ μὴ λυπεῖσθαι, εἰ μὴ ἄρα ἡ φαντασία, ποιητικὸν οὖσα καὶ αὐτὴ αἴτιον, ἐπιμένει. ἔστι δ’ ὅταν καὶ παυσαμένου τοῦ ποιοῦντος πάσχει τὸ πάσχον, ἐπιμενούσης τῆς διαθέσεως, ὡς ἐπὶ τοῦ ὑπὸ πυρὸς θερμαινομένου καὶ μετὰ τὴν ἀναχώρησιν τοῦ πυρὸς ἔτι πάσχοντος τὸ θερμαίνεσθαι· διττὸν γὰρ τὸ πάσχειν, τὸ μὲν τῷ ποιεῖν συνηρτημένον, τὸ δὲ κατὰ τὴν διάθεσιν θεωρούμενον. ἴσως δὲ καὶ ἐνταῦθα ἔνδον συνέζευκται τὸ ποιοῦν, ἤτοι ἡ φαντασία ἢ τὸ ἔξωθεν ἐγγενόμενον πῦρ. τοῖς οὖν πράγμασιν ἀλλ’ οὐ ταῖς λέξεσιν ἐν τῇ τούτων ἐπικρίσει ἀκολουθεῖν καλόν. πολλὴ δὲ ἡ τῶν τοιούτων ἐξεργασία παρὰ τοῖς Στωϊκοῖς· ὧν ἐφ’ ἡμῶν καὶ ἡ διδασκαλία καὶ τὰ πλεῖστα τῶν συγγραμμάτων ἐπιλέλοιπεν. Scripsit Chrysippus de rebus hac paragrapho tractatis: περὶ προσταγμάτων βʹ περὶ ἐρωτήσεως βʹ περὶ πεύσεως δʹ ἐπιτομὴ περὶ ἐρωτήσεως καὶ πεύσεως αʹ.