Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.186
Not analysed yet
Diocles Magnes apud Diog. Laërt. VII 66. διαφέρει δὲ ἀξίωμα καὶ ἐρώτημα καὶ πύσμα ⟨καὶ⟩ προστακτικὸν καὶ ὁρκικὸν καὶ ἀρατικὸν καὶ ὑποθετικὸν καὶ προσαγορευτικὸν καὶ πρᾶγμα ὅμοιον ἀξιώματι. ἀξίωμα μὲν γάρ ἐστιν ὃ λέγοντες ἀποφαινόμεθα, ὅπερ ἢ ἀληθές ἐστιν ἢ ψεῦδος. ἐρώτημα δέ ἐστι πρᾶγμα αὐτοτελὲς μέν, ὡς καὶ τὸ ἀξίωμα, αἰτητικὸν δὲ ἀποκρίσεως, οἷον ἇρά γε ἡμέρα ἐστί; τοῦτο δὲ οὔτε ἀληθές ἐστιν οὔτε ψεῦδος· ὥστε τὸ μὲν ἡμέρα ἐστίν ἀξίωμά ἐστι, τὸ δὲ ἆρά γε ἡμέρα ἐστίν; ἐρώτημα. πύσμα δέ ἐστι πρᾶγμα πρὸς ὃ συμβολικῶς οὐκ ἔστιν ἀποκρίνεσθαι, ὡς ἐπὶ τοῦ ἐρωτήματος, ναί, ἀλλὰ ⟨δεῖ⟩ εἰπεῖν οἰκεῖ ἐν τῷδε τῷ τόπῳ. προστακτικὸν δέ ἐστι πρᾶγμα, ὃ λέγοντες προστάσσομεν, οἷον· (fr. trag. adesp. 144 N) σὺ μὲν βάδιζε τὰς ἐπ' Ἰνάχου ῥοάς. ὁρκικὸν ****⟨προσαγορευτικὸν⟩ δέ ἐστι πρᾶγμα, ὃ εἰ λέγοι τις, προσαγορεύοι ἄν, οἷον Ἀτρείδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγαμέμνον. ὅμοιον δέ ἐστιν ἀξιώματι, ὃ τὴν ἐκφορὰν ἔχον ἀξιωματικὴν παρά τινος μορίου πλεονασμὸν ἢ πάθος ἔξω πίπτει τοῦ γένους τῶν ἀξιωμάτων, οἷον· καλός γ’ ὁ παρθενών. ὡς Πριαμίδησιν ἐμφερὴς ὁ βουκόλος (frg. trag. adesp. 109) ἔστι δὲ καὶ ἐπαπορητικόν τι πρᾶγμα διενηνοχὸς ἀξιώματος, ὃ εἰ λέγοι τις, ἀποροίη ἂν· (Menandri fr. 281, 9 Kock) ἆρ’ ἔστι συγγενές τι λύπη καὶ βίος; οὔτε δὲ ἀληθῆ ἐστιν οὔτε ψευδῆ τὰ ἐρωτήματα καὶ τὰ πύσματα καὶ τὰ τούτοις παραπλήσια, τῶν ἀξιωμάτων ἢ ἀληθῶν ἢ ψευδῶν ὄντων.