Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.188
Not analysed yet
Ammonius in Aristot. de interpret. p. 2, 26 Busse. καλοῦσι δὲ οἱ Στωϊκοὶ τὸν μὲν ἀποφαντικὸν λόγον ἀξίωμα, τὸν δὲ εὐκτικὸν ἀρατικόν, τὸν δὲ κλητικὸν προσαγορευτικόν, προστιθέντες τούτοις ἕτερα πέντε λόγων εἴδη σαφῶς ὑπό τινα τῶν ἀπηριθμημένων ἀναφερόμενα· λέγουσι γὰρ τὸ μέν τι εἶναι ὀμοτικὸν οἷον· ἴστω νῦν τόδε γαῖα, τὸ δὲ ἐκθετικὸν οἷον ἔστω εὐθεῖα γραμμὴ ἥδε, τὸ δὲ ὑποθετικὸν οἷον ὑποκείσθω τὴν γῆν κέντρον εἶναι τῆς τοῦ ἡλίου σφαίρας τὸ δὲ ὅμοιον ἀξιώματι οἷον ὡς ὡραΐζεται ἡ τύχη εἰς τοὺς βίους (Menander fr. 855) ἅπερ ἅπαντα δεκτικὰ ὄντα ψεύδους τε καὶ ἀληθείας ὑπάγοιντο ἂν τῷ ἀποφαντικῷ. ——πέμπτον δέ τι πρὸς τούτοις εἶναί φασι τὸ ἐπαπορητικὸν οἷον· Δᾶος πάρεστι· τί ποτ’ ἐπαγγελῶν ἄρα; ὅπερ ἐναργῶς ταὐτὸν ὂν τυγχάνει τῷ ἐρωτηματικῷ, πλὴν ὅτι προτίθησι τὴν πρόφασιν τῆς ἐρωτήσεως.