Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.187
Not analysed yet
Sextus adv. math. VIII 70. αὐτίκα γὰρ -ἠξίουν οἱ Στωϊκοὶ κοινῶς ἐν λεκτῷ τὸ ἀληθὲς εἶναι καὶ τὸ ψεῦδος. λεκτὸν δὲ ὑπάρχειν φασὶ τὸ κατὰ λογικὴν φαντασίαν ὑφιστάμενον· λογικὴν δὲ εἶναι φαντασίαν καθ’ ἣν τὸ φαντασθὲν ἔστι λόγῳ παραστῆσαι. τῶν δὲ λεκτῶν τὰ μὲν ἐλλιπῆ καλοῦσι τὰ δὲ αὐτοτελῆ. ὧν τὰ μὲν ἐλλιπῆ παρείσθω νῦν, τῶν δὲ αὐτοτελῶν πλείους εἶναί φασι ⟨διαφοράς⟩. καὶ γὰρ προστακτικὰ καλοῦσί τινα, ἅπερ προστάσσοντες λέγομεν, οἷον δεῦρ’ ἴθι νύμφα φίλη (Il. Γ 30) καὶ ἀποφαντικά, ἅπερ ἀποφαινόμενοί φαμεν, οἷον ὁ Δίων περιπατεῖ, καὶ πύσματα, ἅπερ λέγοντες πυνθανόμεθα, οἷον ποῦ οἰκεῖ Δίων; ὀνομάζεται δέ τινα παρ’ αὐτοῖς καὶ ἀρατικά, ἅπερ λέγοντες ἀρώμεθα ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος (Il. Γ 300) καὶ εὐκτικά, ἅπερ λέγοντες εὐχόμεθα Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε, δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι (Il. H 202). προσαγορεύουσι δέ τινα τῶν αὐτοτελῶν καὶ ἀξιώματα, ἅπερ λέγοντες ἢ ἀληθεύομεν ἢ ψευδόμεθα. ἔστι δέ τινα καὶ πλείονα ἢ ἀξιώματα, οἷον τὸ μὲν τοιοῦτο Πριαμίδῃσιν ἐμφερὴς ὁ βουκόλος ἀξίωμά ἐστιν· ἢ γὰρ ἀληθεύομεν λέγοντες αὐτὸ ἢ ψευδόμεθα· τὸ δὲ οὕτως ἔχον ὡς Πριαμίδῃσιν ἐμφερὴς ὁ βουκόλος πλέον τι ἀξιώματός ἐστι καὶ οὐκ ἀξίωμα. πλὴν ἱκανῆς οὔσης ἐν τοῖς λεκτοῖς διαφορᾶς, ἵνα τι, φασίν, ἀληθὲς ᾖ ἢ ψεῦδος, δεῖ αὐτὸ πρὸ παντὸς λεκτὸν εἶναι, εἶτα καὶ αὐτοτελές, καὶ οὐ κοινῶς ὁποῖον δήποτε οὖν ἀλλ’ ἀξίωμα· μόνον γὰρ τοῦτο, ὡς προεῖπον, λέγοντες ἤτοι ἀληθεύομεν ἢ ψευδόμεθα.