Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.202
Not analysed yet
Plutarchus de Stoic. repugn. c. 46 p. 1055 d. Ὁ δὲ τῶν δυνατῶν λόγος πρὸς τὸν τῆς εἰμαρμένης λόγον αὐτῷ πῶς οὐ μαχόμενός ἐστιν; εἰ γὰρ οὐκ ἔστι δυνατὸν ὅπερ ἤ ἐστιν ἀληθὲς ἢ ἔσται, κατὰ Διόδωρον, ἀλλὰ πᾶν τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι, κἂν μὴ μέλλῃ γενήσεσθαι δυνατόν ἐστιν ἔσται δυνατὰ πολλὰ τῶν μὴ καθ’ εἱμαρμένην. ⟨Ἢ ἄρα τὴν⟩ ἀνίκητον καὶ ἀνεκβίαστον καὶ περιγενητικὴν ἁπάντων ἡ εἱμαρμένη δύναμιν ἀπόλλυσιν ἢ ταύτης οἵαν ἀξιοῖ Χρύσιππος οὔσης, τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι πολλάκις εἰς τὸ ἀδύνατον ἐμπεσεῖται etc.