Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.202a
Not analysed yet
Alexander Aphrod. comm. in Aristot. Analyt. pr. p. 177, 25 Wallies. Χρύσιππος δὲ λέγων μηδὲν κωλύειν καὶ δυνατῷ ἀδύνατον ἕπεσθαι πρὸς μὲν τὴν ὑπ’ Ἀριστοτέλους εἰρημένην δεῖξιν οὐδὲν λέγει, πειρᾶται δὲ διὰ παραδειγμάτων τινῶν οὐχ ὑγιῶς συγκειμένων δεικνύναι τοῦτο μὴ οὕτως ἔχον. φησὶ γὰρ ἐν τῷ συνημμένῳ τῷ εἰ τέθνηκε Δίων, τέθνηκεν οὗτος δεικνυμένου τοῦ Δίωνος ἀληθεῖ ὄντι τὸ μὲν ἡγούμενον ⟨τὸ⟩ τέθνηκε Δίων δυνατὸν εἶναι τῷ δύνασθαί ποτε ἀληθὲς γενέσθαι τὸ τεθνηκέναι Δίωνα, τὸ δὲ τέθνηκεν οὕτος ἀδύνατον· ἀποθανόντος γὰρ Δίωνος φθείρεσθαι τὸ ἀξίωμα τὸ οὗτος τέθνηκε μηκέτ’ ὄντος τοῦ τὴν δεῖξιν ἀναδεχομένου· ἐπὶ γὰρ ζῶντος καὶ κατὰ ζῶντος ἡ δεῖξις. εἰ οὖν μή⟨τε⟩ τεθνεῶτος αὐτοῦ ἔτι τὸ οὗτος οἷόντε, μήτε πάλιν ὑφίσταται ὁ Δίων, ὡς δύνασθαι ἐπ’ αὐτοῦ ῥηθῆναι τὸ τέθνηκεν οὗτος, ἀδύνατον τὸ τέθνηκεν οὗτος. ἦν γὰρ ἂν οὐκ ἀδύνατον, εἰ ὕστερόν ποτε ἐδύνατο μετὰ τὸν θάνατον τὸν Δίωνος, ἐφ’ οὗ τὸ πρότερον ἐν τῷ συνημμένῳ, ὅτε ἔζη ὁ Δίων, κατηγορεῖτο τὸ τέθνηκεν οὗτος, κατηγορηθῆναι πάλιν τὸ οὗτος. ἐπεὶ δὲ μὴ οἷόντε τοῦτο, ἀδύνατον ἂν εἴη τὸ τέθνηκεν οὗτος. ὅμοιον τούτῳ παρατίθεται καὶ τὸ εἰ νύξ ἐστιν, οὐκ ἔστιν αὕτη ἡμέρα δεικνυμένης τῆς ἡμέρας· καὶ γὰρ ἐν τούτῳ τῷ συνημμένῳ ἀληθεῖ ὄντι, ὡς οἴεται, δυνατῷ ὄντι τῷ ἡγουμένῳ ἀδύνατον τὸ ἑπόμενον. Cf. [Ammonius] in Aristot. Analyt. pr. (Comm. graec. Vol. IV, 6) p. 50, 13 Wal. -Philoponus ad Anal. pr. f. 42 b notabilia sunt verba: τὸ γὰρ τοῦτο, δεικτικὸν ὑπάρχον, ὄν τι πρᾶγμα σημαίνει, τὸ δὲ τεθνάναι μὴ ὄν· τὸ δὲ ὂν ἀδύνατον μὴ εἶναι. τὸ ἄρα τεθνάναι τοῦτον ἀδύνατον.