Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.205
Not analysed yet
Sextus adv. math. VIII 93. τῶν ἀξιωμάτων πρώτην σχεδὸν καὶ κυριωτάτην ἐκφέρουσι διαφορὰν οἱ διαλεκτικοί, καθ’ ἣν τὰ μέν ἐστιν αὐτῶν ἀπλᾶ, τὰ δ’ οὐχ ἀπλᾶ. καὶ ἁπλᾶ μὲν ὅσα μήτ’ ἐξ ἑνὸς ἀξιώματος δὶς λαμβανομένου συνέστηκεν, μήτ’ ἐξ ἀξιωμάτων διαφερόντων διὰ τινὸς ἢ τινῶν συνδέσμων. ——94 ἀπλᾶ λέγεται ἀξιώματα, ἐπεὶ οὐκ ἐξ ἀξιωμάτων συνέστηκεν ἀλλ' ἐξ ἄλλων τινῶν. ——95 οὐχ ἁπλᾶ δὲ ἐτύγχανε τὰ οἷον διπλᾶ, καὶ ὅσα δ’ ἐξ ἀξιώματος δὶς λαμβανομένου ἢ ἐξ ἀξιωμάτων διαφερόντων συνέστηκε διὰ συνδέσμου τε ἢ συνδέσμων, οἷον εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστιν· εἰ νύξ ἐστι, σκότος ἐστίν· καὶ [εἰ] ἡμέρα ἐστὶ καὶ φῶς ἐστιν· ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν. 96 τῶν δὲ ἁπλῶν τινὰ μὲν ὡρισμένα ἐστίν, τινὰ δὲ ἀόριστα, τινὰ δὲ μέσα· ὡρισμένα μὲν τὰ κατὰ δεῖξιν ἐκφερόμενα, οἷον οὗτος περιπατεῖ, οὗτος κάθηται. δείκνυμι γάρ τινα τῶν ἐπὶ μέρους ἀνθρώπων. ἀόριστα δέ ἐστι κατ’ αὐτοὺς ἐν οἷς ἀόριστόν τι κυριεύει μόριον, οἷον τὶς κάθηται, μέσα δὲ τὰ οὕτως ἔχοντα ἄνθρωπος κάθηται ἢ Σωκράτης περιπατεῖ. τὸ μὲν οὖν τὶς περιπατεῖ ἀόριστόν ἐστιν, ἐπεὶ οὐκ ἀφώρικέ τινα τῶν ἐπὶ μέρους περιπατούντων· κοινῶς γὰρ ἐφ’ ἑκάστου αὐτῶν ἐκφέρεσθαι δύναται· τὸ δὲ οὗτος κάθηται ὡρισμένον ἐστίν, ἐπείπερ ἀφώρικε τὸ δεικνύμενον πρόσωπον. τὸ δὲ Σωκράτης κάθηται μέσον ὑπῆρχεν, ἐπείπερ οὔτε ἀόριστόν ἐστιν, ἀφώρικε γὰρ τὸ εἶδος, οὔτε ὡρισμένον, οὐ γὰρ μετὰ δείξεως ἐκφέρεται, ἀλλ’ ἔοικε μέσον ἀμφοτέρων ὑπάρχειν, τοῦ τε ἀορίστου καὶ τοῦ ὡρισμένου· γίνεσθαι δέ φασι τὸ ἀόριστον ἀληθές -ὅταν τὸ ὡρισμένον ἀληθὲς εὑρίσκηται. -100 καὶ δὴ τὸ ὡρισμένον τοῦτο ἀξίωμα, τὸ οὗτος κάθηται ἢ οὗτος περιπατεῖ, τότε φασὶν ἀληθὲς ὑπάρχειν ὅταν τῷ ὑπὸ τὴν δεῖξιν πίπτοντι συμβεβήκῃ τὸ κατηγόρημα, οἷον τὸ καθῆσθαι ἢ τὸ περιπατεῖν.