Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.206
Not analysed yet
Alexander Aphrod. apud Simplicium in Aristot. phys. p. 1299, 36 Diels. ἐκ δὴ τούτων τῶν λόγων, φησὶν ὁ Ἀλέξανδρος, δυνατὸν ὁρμώμενον δεικνύναι τὰ παρὰ τοῖς Στωϊκοῖς ἀξιώματα, ἃ μεταπίπτοντά τινες λέγουσιν ἀπεριγράφως, μὴ ὄντα τοιαῦτα· ἔστι δὲ ταῦτα τοιαῦτα· εἰ ζῇ Δίων, ζήσεται Δίων. τοῦτο γὰρ εἰ καὶ ἀληθές ἐστι νῦν, ἀρχόμενον ἀπὸ ἀληθοῦς τοῦ ζῇ Δίων καὶ λῆγον εἰς ἀληθὲς τὸ ζήσεται, ἀλλ’ ἔσται ποτέ, ὅτε τῆς προσλήψεως ἀληθοῦς οὔσης τῆς ἀλλὰ μὴν ζῇ Δίων μεταπεσεῖται τὸ συνημμένον εἰς ψεῦδος τῷ ἔσεσθαί ποτε, ὅτε ἀληθοῦς ὄντος ἔτι τοῦ ζῇ Δίων οὐκ ἔσται ἀληθὲς τὸ καὶ ζήσεται, οὗ μὴ ὄντος ἀληθοῦς τὸ ὅλον συνημμένον γίνοιτο ἂν ψεῦδος μεταπῖπτον· οὐ γὰρ ἀεί, ὅτε τὸ ζῇ ἀληθές, καὶ τὸ ζήσεται, ἐπεὶ οὕτως ἀθάνατος ἂν εἴη ὁ Δίων. οὐ μὴν ἔσται ὁρίσαντας εἰπεῖν, πότε· οὐκ ἀληθὲς ἔσται ζῶντος αὐτοῦ τὸ ζήσεται. διὸ καὶ ἐν ἀπεριγράφῳ καὶ ἀορίστῳ χρόνῳ λέγουσι γίνεσθαι τὴν τῶν τοιούτων ἀξιωμάτων μετάπτωσιν.