Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.210
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 29 p. 1047c. Ἀλλὰ μὴν αὐτὸς (sc. Chrysippus) τὰς διὰ δέκα ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ὑπερβάλλειν ἑκατὸν μυριάδας, οὔτε δι’ αὑτοῦ ζητήσας ἐπιμελῶς οὔτε διὰ τῶν ἐμπείρων τὸ ἀληθὲς ἱστορήσας etc. ——Χρύσιππον δὲ πάντες ἐλέγχουσιν οἱ ἀριθμητικοί. ὧν καὶ Ἵππαρχός ἐστιν, ἀποδεικνύων τὸ διάπτωμα τοῦ λογισμοῦ παμμέγεθες αὐτῷ γεγονός· εἴγε τὸ μὲν καταφατικὸν ποιεῖ συμπεπλεγμένων ἀξιωμάτων μυριάδας δέκα, καὶ πρὸς ταύταις τρισχίλια τεσσαράκοντα ἐννέα, τὸ δ’ ἀποφατικὸν ἐννακόσια πεντήκοντα δύο πρὸς τριάκοντα καὶ μιᾷ μυριάσι. Cf. Plut. Quaest. Conviv. VIII 9, ubi eadem fere verba recurrunt.