Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.211
Not analysed yet
Sextus adv. math. VIII 124. ἐνέσται δὲ ἀπὸ τούτων καὶ ἐπὶ τὰ συμπεπλεγμένα καὶ ἐπὶ τὰ διεζευγμένα κοινῶς τε ἐπὶ τὰ λοιπὰ εἴδη τῶν οὐχ ἁπλῶν ἀξιωμάτων διαβαίνειν. -ὅταν λέγωσιν ὑγιὲς εἶναι συμπεπλεγμένον τὸ πάντ’ ἔχον ἐν αὑτῷ ἀληθῆ, οἷον τὸ ἡμέρα ἐστί καὶ φῶς ἐστι, ψεῦδος δὲ τὸ ἔχον ψεῦδος. Haec impugnat Sextus, deinde pergit 128. ἀλλ’ ὥσπερ ἐν τῷ βίῳ, φασί, τὸ κατὰ μὲν τὰ πλεῖστα μέρη ὑγιὲς ἱμάτιον, κατ’ ὀλίγον δὲ διεῤῥωγὸς οὐκ ἀπὸ τῶν πλείστων καὶ ὑγιῶν μερῶν ὑγιὲς εἶναι λέγομεν, ἀλλ’ ἀπὸ τοῦ ὀλίγου καὶ διεῤῥωγότος διεῤῥωγός, οὕτω καὶ τὸ συμπεπλεγμένον, κἂν ἓν μόνον ἔχῃ ψεῦδος, πλείονα δὲ ἀληθῆ, λεχθήσεται τὸ ὅλον ἀπὸ τοῦ ἑνὸς ψεῦδος.