Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.214
Not analysed yet
Sextus adv. math. VIII 88. οὐ πάνυ δέ γε δύνανται παραστῆσαι τὸ ἀντικείμενον ἡμῖν οἱ Στωϊκοί. -φασὶ γὰρ· ἀντικείμενά ἐστιν ὧν τὸ ἕτερον τοῦ ἑτέρου ἀποφάσει πλεονάζει, οἷον· ἡμέρα ἐστίν -οὐχ ἡμέρα ἐστίν. τοῦ γὰρ ἡμέρα ἐστίν’ ἀξιώματος τὸ 'οὐχ ἡμέρα ἐστίν’ ἀποφάσει πλεονάζει τῇ οὐχί', καὶ διὰ τοῦτ’ ἀντικείμενόν ἐστιν ἐκείνῳ. ἀλλ' εἰ τοῦτ’ ἐστι τὸ ἀντικείμενον, ἔσται καὶ τὰ τοιαῦτα ἀντικείμενα τό τε 'ἡμέρα ἐστίν ⟨καὶ φῶς ἐστίν’ καὶ τὸ 'ἡμέρα ἐστίν⟩ καὶ οὐχὶ φῶς ἐστιν.’ τοῦ γὰρ ἡμέρα ⟨ἐστίν καὶ φῶς⟩ ἐστιν ἀξιώματος ἀποφάσει πλεονάζει τὸ ⟨ἡμέρα ἐστίν καὶ⟩ οὐχὶ φῶς ἐστιν. οὐχὶ δέ γε κατ’ αὐτοὺς ταῦτα ἀντικείμενά ἐστιν· οὐκ ἄρα ἀντικείμενά ἐστιν ⟨ὧν⟩ τὸ ἕτερον τοῦ ἑτέρου ἀποφάσει πλεονάζει. ναί φασιν, ἀλλὰ σὺν τούτῳ ἀντικείμενά ἐστι, σὺν τῷ τὴν ἀπόφασιν προτετάχθαι τοῦ ἑτέρου· τότε γὰρ κυριεύει τοῦ ὅλου ἀξιώματος· ἐπὶ δὲ τοῦ ἡμέρα ἐστὶν καὶ οὐχὶ φῶς ἐστίν μέρος οὖσα τοῦ παντός, οὐ κυριεύει πρὸς τὸ ἀποφατικὸν ποιῆσαι τὸ πᾶν.