Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.216
Not analysed yet
Sextus adv. math. VIII 108. καὶ δὴ οὐχ ἁπλᾶ μέν ἐστιν ἀξιώματα -ἅπερ ἐξ ἀξιώματος διαφορουμένου ἢ ἀξιωμάτων διαφερόντων συνέστηκε καὶ ἐν οἷς σύνδεσμος ἢ σύνδεσμοι ἐπικρατοῦσιν· λαμβανέσθω δὲ ἐκ τούτων ἐπὶ τοῦ παρόντος τὸ καλούμενον συνημμένον. τοῦτο τοίνυν συνέστηκεν ἐξ ἀξιώματος διαφορουμένου ἢ ἐξ ἀξιωμάτων διαφερόντων διὰ τοῦ εἰ ἢ εἴπερ σθνδέσμου· οἷον ἐκ διαφοπουμένου μὲν ἀξιώματος καὶ τοῦ εἰ συνέσμου τὸ τοιοῦτον σθνημμένον εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστί. ἐκ διαφερόντων δὲ ἀξιωμάτων καὶ διὰ τοῦ εἴπερ συνδέσμου τὸ οὕτως ἔχον εἴπερ ἡμέρα ἐστί, φῶς ἐστιν. τῶν δὲ ἐν τῷ συνημμένῳ ἀξιωμάτων τὸ μετὰ τὸν εἰ ἢ τὸν εἴπερ σύνδεσμον τεταγμένον ἡγούμενόν τε καὶ πρῶτον καλεῖται, τὸ δὲ λοιπὸν λῆγόν τε καὶ δεύτερον, καὶ ἐὰν ἀναστρόφως ἐκφέρηται τὸ ὅλον συνημμένον, οἷον οὕτως φῶς ἐστιν, εἴπερ ἡμέρα ἐστί· καὶ γὰρ ἐν τούτῳ λῆγον μὲν καλεῖται τὸ φῶς ἐστιν καίπερ πρῶτον ἐξενεχθέν, ἡγούμενον δὲ τὸ ἡμέρα ἐστίν, καίπερ δεύτερον λεγόμενον, διὰ τὸ μετὰ τὸν εἴπερ σύνδεσμον τετάχθαι. ἡ μὲν οὖν σύστασις τοῦ συνημμένου, ὡς ἐν συντόμῳ εἰπεῖν, ἐστὶ τοιαύτη, ἐπαγγέλλεσθαι δὲ δοκεῖ τὸ τοιοῦτον ἀξίωμα ἀκολουθεῖν τῷ ἐν αὐτῷ πρώτῳ τὸ ἐν αὐτῷ δεύτερον, καὶ ὄντος τοῦ ἡγουμένου ἔσεσθαι τὸ λῆγον. ὅθεν σῳζομένης μὲν τῆς τοιαύτης ἐπαγγελίας καὶ ἀκολουθοῦντος τῷ ἡγουμένῳ τοῦ λήγοντος ἀληθὲς γίνεται καὶ τὸ συνημμένον, μὴ σῳζομένης δὲ ψεῦδος.