Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.217
Not analysed yet
Galenus introductio dialectica cp. 3 p. 8, 11 Kalbfl. ἐπειδὰν διότι μὴ ἔστι τόδε, εἶναι τόδε νοῶμεν, οἷον ⟨ὅτι⟩ νὺξ οὐκ ἔστιν, ἡμέραν εἶναι ——διεζευγμένον ἀξίωμά τισι τῶν νεωτέρων φιλοσόφων (scil. Stoicis) ὀνομάζεται, καθάπερ γε καὶ συνημμένον τὸ ἕτερον εἶδος τῶν προτάσεων τῶν ὑποθετικῶν ἃς κατὰ συνέχειαν ἐλέγομεν γίγνεσθαι (cf. supra: ἐπειδὰν ὑπάρχον τι πιστεύηται δι’ ἕτερον ὑπάρχειν ἢ κατὰ συνέχειαν), οἰκειοτέρα δέ ἐστι λέξις τὸ [τὰ] διεζευγμένον τοῖς ἀξιώμασιν (ἃς δηλονότι διαιρετικὰς προτάσεις ἔφαμεν ὀνομάζεσθαι) ⟨τοῖς⟩ διὰ τοῦ ἤτοι συνδέσμου (διαφέρει δὲ οὐδὲν ἢ διὰ μιᾶς συλλαβῆς λέγειν ἢ διὰ δυοῖν ἤτοι)· συνημμένον δὲ ⟨τοῖς⟩ διὰ τοῦ εἰ ⟨ἢ ἐπεὶ⟩, εἴπερ ἓν καὶ οὗτοι σημαίνουσιν· ὡς ὀνομάζεσθαι τὸν μὲν τοιοῦτον λόγον εἰ ἡμέρα ἐστίν, ὁ ἥλιος ὑπὲρ γῆς ἐστιν συνημμένον ἀξίωμα κατά γε τοὺς νεωτέρους φιλοσόφους. ——τοὺς δέ γε τοιούτους ἤτοι γ’ ἡμέρα ἐστὶν ἢ νύξ ἐστι διεζευγμένον μὲν ἀξίωμα παρὰ τοῖς νεωτέροις φιλοσόφοις etc. ibid. 14 p. 32, 13 Kalbfl. καλοῦσι δὲ τὰς μὲν κατὰ συνέχειαν (scil. προτάσεις) οἱ Στωϊκοὶ συνημμένα ἀξιώματα, τὰς δὲ κατὰ διαίρεσιν διεζευγμένα, καὶ συμφωνεῖταί γε αὐτοῖς δύο μὲν γίγνεσθαι συλλογισμοὺς κατὰ τὸ συνημμένον ἀξίωμα, δύο δὲ κατὰ τὸ διεζευγμένον. ——τρίτον οὖν ἀναπόδεικτον τῶν περὶ τὸν Χρύσιππον ἡγουμένων ἐξ ἀποφατικοῦ συμπεπλεγμένου καὶ θατέρου τῶν ἐν αὐτῷ τὸ ἀντικείμενον τοῦ λοιποῦ περαίνοντα etc. Epimerismi Homer. Cramer. Anecd. Ox. I p. 188. ὁ ἢ σύνδεσμος ψιλούμενος καὶ ὀξυνόμενος σημαίνει τρία· ἢ διαζευκτικός ἐστιν ἢ ὑποδιαζευκτικὸς ἢ διασαφητικός ——τί διαφέρουσιν ἀλλήλων; ὅτι ὁ μὲν διαζευκτικὸς τὸ ἕτερον μόνον τῶν ὑποκειμένων αἱρεῖται, τὸ δὲ ἕτερον ἀναιρεῖ· ἢ ἡμέρα ἐστὶν ἢ νύξ (τὸ ἕτερον μόνον· οὐ γὰρ δύναται ἀμφότερα) ——ὁ δὲ παραδιαζευκτικὸς καὶ ἀμφότερα δύναται παραλαμβάνειν, ἐπειδὰν οὕτω λέγωμεν ἐρέσσων ἢ ἐπισπᾶται τὴν κώπην ἢ ἀπωθεῖται (ἀμφότερα γὰρ ποιεῖ) ——ἔστι δὲ καὶ διασαφητικός, ὁ ἐλεγκτικὸς καλούμενος παρὰ τοῖς Στωϊκοῖς, οὕτως λύσεις βούλομ’ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι. ἔστι γὰρ ἤπερ ἀπολέσθαι. ἐν ἤθει δὲ λέγεται ὑπὸ τοῦ Ἀγαμέμνονος.