Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.238
Not analysed yet
Diocles Magnes apud Diog. Laërt. VII 77. τῶν δὲ λόγων οἱ μέν εἰσιν ἀπέραντοι, οἱ δὲ περαντικοί· ἀπέραντοι μὲν ὧν τὸ ἀντικείμενον τῆς ἐπιφορᾶς οὐ μάχεται τῇ διὰ τῶν λημμάτων συμπλοκῇ, οἷον οἱ τοιοῦτοι εἰ ἡμέρα ἐστί, φῶς ἐστι· ἡμέρα δέ ἐστι· περιπατεῖ ἄρα Δίων. τῶν δὲ περαντικῶν λόγων οἱ μὲν ὁμωνύμως τῷ γένει λέγονται περαντικοί, οἱ δὲ συλλογιστικοί. συλλογιστικοὶ μὲν οὖν εἰσιν οἱ ἤτοι ἀναπόδεικτοι ὄντες ἢ ἀναγόμενοι ἐπὶ τοὺς ἀναποδείκτους κατά τι τῶν θεμάτων ἢ τινά, οἷον οἱ τοιοῦτοι εἰ περιπατεῖ Δίων, ⟨κινεῖται Δίων· ἀλλὰ μὴν περιπατεῖ Δίων· ⟩κινεῖται ἄρα Δίων. περαντικοὶ δέ εἰσιν εἰδικῶς οἱ συνάγοντες μὴ συλλογιστικῶς, οἷον οἱ τοιοῦτοι ψεῦδός ἐστι τὸ ἡμέρα ἐστὶ καὶ νύξ ἐστι· ἡμέρα δέ ἐστιν· οὐκ ἄρα νύξ ἐστιν. ἀσυλλόγιστοι δ’ εἰσὶν οἱ παρακείμενοι μὲν πιθανῶς τοῖς συλλογιστικοῖς, οὐ συνάγοντες δέ, οἷον εἰ ἵππος ἐστὶ Δίων, ζῷόν ἐστι Δίων ⟨ἀλλὰ μὴν ἵππος οὐκ ἔστι Δίων⟩· οὐκ ἄρα ζῷόν ἐστι Δίων. ἔτι τῶν λόγων οἱ μὲν ἀληθεῖς εἰσιν, οἱ δὲ ψευδεῖς. ἀληθεῖς μὲν οὖν εἰσι λόγοι οἱ δι’ ἀληθῶν συνάγοντες, οἷον εἰ ἡ ἀρετὴ ὠφελεῖ, ἡ κακία βλάπτει· ⟨ἀλλὰ μὴν ὠφελεῖ ἡ ἀρετή· ἡ κακία ἄρα βλάπτει⟩. ψευδεῖς δέ εἰσιν οἱ τῶν λημμάτων ἔχοντές τι ψεῦδος ἢ ἀπέραντοι ὄντες, οἶον εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἡμέρα δέ ἐστι· ζῇ ἄρα Δίων. καὶ δυνατοὶ δ’ εἰσὶ λόγοι καὶ ἀδύνατοι καὶ ἀναγκαῖοι καὶ οὐκ ἀναγκαῖοι.