Ancient Greek · ~12 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.239.1
Not analysed yet
Sextus adv. math. VIII 411. οἴονται τοίνυν (scil. Stoici) τρεῖς τινας ἀλλήλοις συζυγεῖν λόγους, τόν τε συνακτικὸν καὶ τὸν ἀληθῆ καὶ τὸν ἀποδεικτικόν· ὧν τὸν μὲν ἀποδεικτικὸν πάντως ἀληθῆ τε καὶ συνακτικόν, τὸν δὲ ἀληθῆ πάντως συνακτικὸν μὲν ὑπάρχειν, οὐκ ἐξ ἀνάγκης δὲ καὶ ἀποδεικτικόν, τὸν δὲ συνακτικὸν οὔτε πάντως ἀληθῆ οὔτε πάντως ἀποδεικτικόν. -καὶ ὁ μὲν τοιοῦτος ἡμέρας οὔσης εἰ νύξ ἐστι, σκότος ἐστίν· ἀλλὰ μὴν νύξ ἐστιν· σκότος ἄρα ἐστὶν συνάγει μὲν διὰ τὸ ἐν ὑγιεῖ ἠρωτῆσθαι σχήματι, οὐκ ἔστι δὲ ἀληθής, τὸ δεύτερον λῆμμα ἔχων ψεῦδος, τὴν πρόσληψιν, τὸ ἀλλὰ μὴν νύξ ἐστιν. ὁ δὲ οὕτως ἔχων ἡμέρας οὔσης εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· φῶς ἄρα ἐστίν συνακτικὸς ἄμα ἦν καὶ ἀληθὴς τῷ καὶ ἐν ὑγιεῖ ἠρωτῆσθαι σχήματι καὶ δι’ ἀληθῶν ἀληθὲς συνάγειν. Κρίνεσθαι δέ φασι τὸν συνακτικὸν λόγον ὅτι συνακτικός ἐστιν, ὅταν τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἕπηται τὸ συμπέρασμα· οἷον τὸν τοιοῦτον λόγον ἡμέρας οὔσης εἰ νύξ ἐστι, σκότος ἐστίν· ἀλλὰ μὴν νύξ ἐστιν· σκότος ἄρα ἐστίν καίπερ μὴ ὄντα ἀληθῆ διὰ τὸ ἐπὶ ψεῦδος ἄγειν, συνακτικὸν εἶναι φαμέν· συμπλέξαντες γὰρ οὕτω τὰ λήμματα νύξ ἐστι καὶ εἰ νύξ ἐστι, σκότος ἐστί, ποιοῦμεν συνημμένον [συλλογισμόν], ἀρχόμενον μὲν ἀπὸ τῆς τοιαύτης συμπλοκῆς, λῆγον δὲ εἰς τὸ συμπέρασμα, τοιοῦτον ⟨εἰ⟩ νύξ ἐστι καὶ εἰ νύξ ἐστι, σκότος ἐστί, ⟨σκότος ἐστίν⟩. τοῦτο γὰρ τὸ συνημμένον ἀληθές ἐστι, διὰ τό μηδέποτε ἀρχόμενον ἀπὸ τοῦ ἀληθοῦς λήγειν ἐπὶ ψεῦδος· ἡμέρας μὲν γὰρ οὔσης ἄρχεται ἀπὸ ψεύδους ——καὶ λήξει ἐπὶ ψεῦδος -καὶ οὕτως ἔσται ἀληθές· νυκτὸς δὲ ἄρξεταί τε ἀπ’ ἀληθοῦς καὶ λήξει ἐπ’ ἀληθές, καὶ ἔσται παρ’ αὐτὸ τοῦτο ἀληθές. οὐκοῦν ὁ μὲν συνακτικὸς τότε ἐστιν ὑγιής, ὅταν συμπλεξάντων ἡμῶν τὰ λήμματα καὶ συνημμένον ποιησάντων τὸ ἀρχόμενον μὲν ἀπὸ τῆς διὰ τῶν λημμάτων συμπλοκῆς, λῆγον δ’ εἰς τὸ συμπέρασμα, εὑρίσκηται τοῦτο αὐτὸ συνημμένον ἀληθές. -ὁ δ' ἀληθὴς λόγος κρίνεται ὅτι ἔστιν ἀληθὴς οὐκ ἐκ τοῦ μόνον τὸ συνημμένον τὸ ἀρχόμενον ἀπὸ τῆς διὰ τῶν λημμάτων συμπλοκῆς καὶ λῆγον εἰς τὸ συμπέρασμα εἶναι ἀληθές, ἀλλὰ καὶ ἐκ τοῦ τὸ διὰ τῶν λημμάτων συμπεπλεγμένον ὑπάρχειν ὑγιές· ὡς ἂν τὸ ἕτερον τούτων εὑρίσκηται ψεῦδος, καὶ τὸν λόγον ἐξ ἀνάγκης γίνεσθαι ψευδῆ. ——ὥστε γίνεται ἀληθὴς ὁ λόγος οὔτε ὅταν τὸ συμπεπλεγμένον μόνον ᾖ ἀληθὲς οὔτε ὅταν τὸ συνημμένον, ἀλλ’ ὅταν ἀμφότερα ἀληθῆ. -ὁ δὲ ἀποδεικτικὸς τοῦ ἀληθοῦς διαφέρει, ὅτι ὁ μὲν ἀληθὴς δύναται ἐναργῆ ἔχειν πάντα, φημὶ δὲ τά τε λήμματα καὶ τὴν ἐπιφοράν, ὁ δὲ ἀποδεικτικὸς πλέον τι ἔχειν βούλεται, λέγω δὲ τὸ τὴν ἐπιφορὰν ἄδηλον οὖσαν ἐκκαλύπτεσθαι ὑπὸ τῶν λημμάτων. ὅθεν ὁ μὲν τοιοῦτος ——ἐναργῆ ἔχων τὰ λήμματα καὶ τὴν ἐπιφορὰν ἀληθής ἐστι καὶ οὐκ ἀποδεικτικός· ὁ δὲ τοιοῦτος εἰ γάλα ἔχει ἐν μαστοῖς ἥδε, κεκύηκεν ἥδε· ἀλλὰ μὴν γάλα ἔχει ἐν μαστοῖς ἥδε· κεκύηκεν ἄρα ἥδε σὺν τῷ ἀληθὴς εἶναι ἔτι καὶ ἀποδεικτικός ἐστιν· ἄδηλον γὰρ ἔχων τὸ συμπέρασμα -τοῦτο διὰ τῶν λημμάτων ἐκκαλύπτει.