Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.24
Not analysed yet
Galenus de differentia puls. 10. ed. Bas. III 30. K. VIII. 631 (impugnans sectam Archigenis). πολὺ δὲ τοῦτ’ ἔστι παρὰ τῷ προπάππῳ τῆς αἱρέσεως αὐτῶν Χρυσίππῳ· νομοθετεῖ μὲν γὰρ ὀνόματα πλεῖον ἤ Σόλων Ἀθηναίοις ἱστᾷ τοῖς ἄξοσι νομίσματα, συγχεῖ δ’ αὐτὸς πρῶτος αὐτά. paulo post: νυνὶ δὲ τὸ δεινότατον οὔτε γεννηθεὶς Ἀθήνησιν οὔτε τραφείς, ἀλλὰ χθὲς καὶ πρώην ἥκων ἐκ Κιλικίας, πρὶν ἀκριβῶς αὐτὸν ἐκμαθεῖν ἡντιναοῦν Ἑλλάδα φωνήν, Ἀθηναίοις ὑπὲρ ὀνομάτων ἐπιχειρεῖ νομοθετεῖν ——ὅσα μὲν οὖν Χρύσιππος εἰς τὴν τῶν Ἀθηναίων ἐξυβρίζει διάλεκτον τάχ’ ἄν ποτε καὶ αὖθις ἡμῖν διελθεῖν γένοιτο. Phot. lexicon s. v. μέντοι· τὸ δὲ μέντον βάρβαρον, ᾧ καὶ Χρύσιππος χρῆται.