Ancient Greek · ~9 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.240
Not analysed yet
Sextus adv. math. VIII 429. περὶ μὲν οὖν τῶν περαινόντων πολλῆς καὶ ἀκριβοῦς οὔσης ζητήσεως οὐκ ἀνάγκη νῦν διεξελθεῖν, περὶ δὲ τῶν ἀπεράντων λόγων ἐπὶ ποσὸν ὑποδεικτέον. τοίνυν φασὶ τετραχῶς γίγνεσθαι τὸν ἀπέραντον λόγον, ἤτοι κατὰ διάρτησιν ἢ κατὰ παρολκήν, ἢ κατὰ τὸ ἐν μοχθηρῷ ἠρωτῆσθαι σχήματι ἢ κατὰ ἔλλειψιν. -ἀλλὰ κατὰ διάρτησιν μὲν ὅταν μηδεμίαν ἔχῃ κοινωνίαν καὶ συνάρτησιν τὰ λήμματα πρὸς ἄλληλά τε καὶ πρὸς τὴν ἐπιφοράν, οἷον ἐπὶ τοῦ τοιούτου λόγου εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν πυροὶ ἐν ἀγορᾷ πωλοῦνται· φῶς ἄρα ἐστίν. ——κατὰ δὲ παρολκὴν ἀπέραντος γίνεται ὁ λόγος ὅταν ἔξωθέν τι καὶ περισσῶς παραλαμβάνηται τοῖς λήμμασι, καθάπερ ἐπὶ τοῦ οὕτως ἔχοντος εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἀλλὰ καὶ ἡ ἀρετὴ ὠφελεῖ· φῶς ἄρα ἐστίν. ——διὰ δὲ τὸ ἐν μοχθηρῷ ἠρωτῆσθαι σχήματι ἀπέραντος γίνεται λόγος ὅταν ἔν τινι τῶν παρὰ τὰ ὑγιῆ σχήματα θεωρουμένων ἐρωτηθῇ σχήματι· οἷον ὄντος ὑγιοῦς σχήματος τοῦ τοιούτου εἰ τὸ πρῶτον, τὸ δεύτερον· τὸ δέ γε πρῶτον, τὸ ἄρα δεύτερον, ὄντος δὲ καὶ τοῦ εἰ τὸ πρῶτον τὸ δεύτερον· οὐχὶ δέ γε τὸ πρῶτον, οὐκ ἄρα τὸ δεύτερον, φαμὲν τὸν ἐν τοιούτῳ σχήματι ἐρωτηθέντα εἰ τὸ πρῶτον τὸ δεύτερον· οὐχὶ δέ γε τὸ πρῶτον· οὐκ ἄρα τὸ δεύτερον ἀπέραντον εἶναι, οὐχ ὅτι ἀδύνατόν ἐστιν ἐν τῷ τοιούτῳ σχήματι λόγον συνερωτᾶσθαι δι’ ἀληθῶν ἀληθὲς συνάγοντα (δύναται γάρ, οἷον ὁ τοιοῦτος εἰ τὰ τρία τέσσαρά ἐστιν, τὰ ἓξ ὀκτώ ἐστιν· οὐχὶ δέ γε τὰ τρία τέσσαρά ἐστιν· οὐκ ἄρα τὰ ἓξ ὀκτώ ἐστιν), τῷ δὲ δύνασθαί τινας λόγους ἐν αὐτῷ τάττεσθαι μοχθηρούς, καθάπερ καὶ τὸν τοιοῦτον· εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν οὔκ ἐστιν ἡμέρα οὐκ ἄρα ἐστὶ φῶς. -κατ’ ἔλλειψιν δὲ ἀπέραντος ἐγίνετο ὁ λόγος, ὅταν ἐλλείπῃ τι τῶν συνακτικῶν λημμάτων. οἷον ἤτοι κακόν ἐστιν ὁ πλοῦτος ἢ ἀγαθόν ἐστιν ὁ πλοῦτος· οὐχὶ δέ γε κακόν ἐστιν ὁ πλοῦτος· ἀγαθὸν ἄρα ἐστὶν ὁ πλοῦτος. ἐλλείπει γὰρ ἐν τῷ διεζευγμένῳ τὸ ἀδιάφορον εἶναι τὸν πλοῦτον, ὥστε τὴν ὑγιῆ συνερώτησιν τοιαύτην μᾶλλον ὑπάρχειν ἤτοι ἀγαθόν ἐστιν ὁ πλοῦτος ἢ κακόν ἐστιν ἢ ἀδιάφορον· οὔτε ⟨δέ γʼ⟩ ἀγαθόν ἐστιν ὁ πλοῦτος οὔτε κακόν· ἀδιάφορον ἄρα ἐστί.