Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.263
Not analysed yet
Alexander in Aristot. Top. p. 8 Ald. p. 10, 5. οὐδὲ συλλογισμὸς οὖν ἔτι εἰη ἂν ὁ μὴ τὴν χρείαν σῴζων τὴν τοῦ συλλογισμοῦ. τοιοῦτος δὲ ὁ συλλογισμὸς ἐν ᾧ τὸ αὐτὸ τὸ συμπέρασμά τινι τῶν κειμένων· οἷοί εἰσι κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς οἱ διφορούμενοί τε καὶ οἱ ἀδιαφόρως περαίνειν ὑπ’ αὐτῶν λεγόμενοι· διφορούμενοι μὲν γάρ εἰσι κατ’ αὐτοὺς οἱ τοιοῦτοι εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν. ἀδιαφόρως δὲ περαίνοντες ἐν οἷς τὸ συμπέρασμα ταὐτόν ἐστιν ἑνὶ τῶν λημμάτων, ὡς ἐπὶ τῶν τοιούτων ἤτοι ἡμέρα ἐστίν ἢ νύξ ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν.