Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.264
Not analysed yet
Alexander in Aristot. Analyt. pr. p. 84, 5 Wal. (εἰ τὸ Μ τῷ μὲν Ν παντὶ ὑπάρχει, τῷ δὲ Ξ μὴ παντί) συναχθήσεται τὸ Ν οὐ παντὶ τῷ Ξ. τοιοῦτός ἐστιν ὁ ὑποσυλλογιστικὸς ὑπὸ τῶν νεωτέρων λεγόμενος ὁ λαμβάνων μὲν τὸ ἰσοδυναμοῦν τῇ προτάσει τῇ συλλογιστικῇ, ταὐτὸν δὲ καὶ ἐκ ταύτης συνάγων· τῷ γὰρ τινὶ μὴ ὑπάρχειν τὸ μὴ παντὶ ὑπάρχειν ἰσοδυναμοῦν μετείληπται. ἀλλ’ ἐκεῖνοι μὲν οὖν λέγουσι τοὺς τοιούτους συλλογισμούς, εἰς τὴν φωνὴν καὶ τὴν λέξιν βλέποντες· ἀλλ’ Ἀριστοτέλης πρὸς τὰ σημαινόμενα ὁρῶν, ἐφ’ ὧν ὁμοίως σημαίνεται, οὐ πρὸς τὰς φωνάς, τὸν αὐτόν φησι συνάγεσθαι συλλογισμὸν καὶ ἐν τῇ τοιαύτῃ τῆς λέξεως ἐν τῷ συμπεράσματι μεταλήψει, ἂν ᾗ συλλογιστικὴ ὅλως συμπλοκή.