Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.265
Not analysed yet
Alexander in Aristot. Anal. pr. p. 20, 2 Wal. ἐν γοῦν τοῖς μὴ ἐξ ἀντικειμένων διαιρετικοῖς, ὡς ἐν τοῖς ἐξ ἐναντίων, οὐδετέρῳ τῶν κειμένων ταὐτὸν τὸ συμπέρασμα οὐδὲ τῇ λέξει, ὅτι μὴ συμπίπτει ἐπὶ τούτων τὸ ἀντικείμενον τῷ ἑτέρῳ τῷ λοιπῷ ταὐτὸν εἶναι· ἐν γὰρ τῷ ἤτοι ἡμέρα ἐστίν ἢ νύξ ἐστιν, ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα, νὺξ ἄρα ἐστίν -τὸ νύξ ἐστιν οὐδετέρῳ ταὐτὸν τῶν εἰλημμένων, οὔτε τῷ τροπικῷ ὑπ’ αὐτῶν (scil. a Stoicis) λεγομένῳ (ἦν γὰρ ἐκεῖνο ἤτοι ἡμέρα ἐστίν ἢ νύξ ἐστιν τὸ ὅλον τοῦτο) οὕτε τῇ προσλήψει· ἡ γὰρ πρόσληψίς ἐστιν ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα· ὧν ἀμφοτέρων ἕτερόν ἐστι τὸ νύξ ἐστιν.