Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.278
Not analysed yet
Simplicius in Aristot. categ. f. 26E. ed. Bas. Ἄξιον δὲ ζητεῖν κατὰ τοὺς ὑπόστασιν διδόντας τοῖς εἴδεσι καὶ γένεσιν εἰ ῥηθήσεται τάδε εἶναι. Καὶ γὰρ καὶ Χρύσιππος ἀπορεῖ περὶ τῆς ἰδέας εἰ τόδε τι ῥηθήσεται. συμπαραληπτέον δὲ καὶ τὴν συνήθειαν τῶν Στωϊκῶν περὶ τῶν γενικῶν ποιῶν, πῶς αἱ πτώσεις κατ’ αὐτοὺς προφέρονται καὶ πῶς οὔ τινα τὰ κοινὰ παρ’ αὐτοῖς λέγεται καὶ ὅπως παρὰ τὴν ἄγνοιαν τοῦ μὴ πᾶσαν οὐσίαν τόδε τι σημαίνειν καὶ τὸ παρὰ τὸν οὔτινα σόφισμα γίνεται, παρὰ τὸ σχῆμα τῆς λέξεως, οἷον εἴ τις ἐστὶν ἐν Ἀθήναις, οὐκ ἔστιν ἐν Μεγάροις. ὁ γὰρ ἄνθρωπος οὔ τις ἐστίν. οὐ γὰρ ἐστί τις ὁ κοινός, ὡς τινὰ δὲ αὐτὸν ἐλάβομεν ἐν τῷ λόγῳ, καὶ παρὰ τοῦτο τὸ ὄνομα τοῦτο ἔσχεν ὁ λόγος, οὔ τις κληθείς. τὸ αὐτὸ καὶ ἐπὶ τοῦδε τοῦ σοφίσματός ἐστιν· ὃ ἐγὼ εἰμί, σὺ οὐκ εἶ. ἄνθρωπος δ’ εἰμὶ ἐγώ. ἄνθρωπος ἄρα σὺ οὐκ εἶ. Καὶ γὰρ ἐπὶ τούτου τοῦ σοφίσματος τὸ μὲν ἐγὼ καὶ σὺ ἐπὶ τῶν ἀτόμων λέγεται· ὁ δὲ ἄνθρωπος ἐπ’ οὐδενὶ τῶν ἐν μέρει. γέγονεν οὖν ἡ παραγωγὴ διότι τῷ οὔ τινι ὡς τινὶ ἐχρήσατο.