Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.279
Not analysed yet
Diogenes Laërt. VII 186. Ὁ δὴ φιλόσοφος καὶ τοιούτους τινὰς ἠρώτα λόγους. Ὁ λέγων τοῖς ἀμυήτοις τὰ μυστήρια ἀσεβεῖ· ὁ δέ γε ἱεροφάντης τοῖς ἀμυήτοις λέγει ⟨τὰ μυστήρια⟩· ἀσεβεῖ ἄρα ὁ ἱεροφάντης. ἄλλο· Ὃ οὐκ ἔστιν ἐν τῇ πόλει, οὐδ’ ἐν τῇ οἰκίᾳ· οὐκ ἔστι δὲ φρέαρ ἐν τῇ πόλει· οὐδ’ ἄρα ἐν τῇ οἰκίᾳ. ἄλλο· Ἔστι τις κεφαλή. ἐκείνην δὲ οὐκ ἔχεις· ἔστι δὲ γέ τις κεφαλή ⟨ἣν οὐκ ἔχεις⟩· οὐκ ἄρα ἔχεις κεφαλήν. ἄλλο· Εἴ τις ἔστιν ἐν Μεγάροις, οὐκ ἔστιν ἐν Ἀθήναις· ἄνθρωπος δέ ἐστιν ἐν Μεγάροις· οὐκ ἄρα ἐστὶν ἄνθρωπος ἐν Ἀθήναις. Καὶ πάλιν· Εἴ τι λαλεῖς, τοῦτο διὰ τοῦ στόματός σου διέρχεται· ἅμαξαν δὲ λαλεῖς· ἅμαξα ἄρα διὰ τοῦ στόματός σου διέρχεται. καί· Εἴ τι οὐκ ἀπέβαλες, τοῦτο ἔχεις· κέρατα δὲ οὐκ ἀπέβαλες· κέρατα ἄρα ἔχεις. οἱ δὲ Εὐβουλίδου τοῦτό φασιν.