Ancient Greek · ~7 min
1.3 to 1.8
Chrysippus, Fragmenta Logica et Physica 1.3-8
Not analysed yet
Ind. Stoic. Herc. col. XL πε)ρὶ τὴ(ν φυλακὴν) τῆς σκη|νῆς ἐκαρτέ(ρ)ει, μένουσα |κατὰ τ(ὴν) ἐξ ἀρχῆς τοῦ |βίου τά(ξιν. Οὔ)τε γὰρ ἀμί|δος ὁπότε σχοίη χρείαν |οὐθένα (ἔ)πασ(χεν) αὑτῷ |(ὑ)ποθεῖ(ν)αι· (πρὸ)ς τε τἀ|ναγκαῖα ἀνι(στά)μενος |(καθ)άπερ ὑγια(ίνων etc. Pausanias I 17, 2. Ἐν δὲ τῷ γυμνασίῳ τῆς ἀγορᾶς ἀπέχοντι οὐ πολύ, Πτολεμαίου δὲ ἀπὸ τοῦ κατασκευασαμένου καλουμένῳ, λίθου τέ εἰσιν Ἑρμαῖ θέας ἄξιοι ——καὶ ὅ τε Λίβυς Ἰόβας ἐνταῦθα κεῖται καὶ Χρύσιππος ὁ Σολεύς. Plut. de Stoic. repugn. cp. 2 p. 1033e. Ἀριστοκρέων γοῦν, ὁ Χρυσίππου μαθητὴς καὶ οἰκεῖος εἰκόνα χαλκῆν ἀναστηλώσας ἐνέγραψε τόδε τὸ ἐλεγεῖον. τόνδε νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα. Quintilianus instit. orat. XII 7, 9. at si res familiaris amplius aliquid ad usus necessarios exiget, secundum omnium sapientium leges patietur sibi gratiam referri, cum et Socrati collatum sit ad victum et Zenon, Cleanthes, Chrysippus mercedes a discipulis acceptaverint. Ind. Stoic. Herc. col. XLI. λέγετ(αι) δ’ εἶναι ταῦτα· ὡς οὐδεὶς ἂν |ἐκεῖνον οὔτε ταχέως με|τ’ ἄλλων εἶδεν ἢ τῶν ἀ|κροατῶν καὶ ζηλωτῶν |καὶ σε . . . . Diog. Laërt. VII 183. οὕτω δ’ ἦν φρονηματίας (ὁ Χρύσιππος) ὥστ’ ἐρομένου τινός· τίνι συστήσω τὸν υἱόν εἰπεῖν· ἐμοί· εἰ γὰρ ὑπελάμβανον εἶναί τινα ἐμοῦ βελτίονα, παρ’ αὐτῷ ἂν ἐγὼ ἐφιλοσόφουν. ὅθεν φασὶν ἐπ’ αὐτοῦ λεχθῆναι. (κ 495) καὶ· οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσι· εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἥν στοά. Diog. Laërt. VII 183. ἐν μέντοι ταῖς οἰνώσεσιν ἡσύχαζε παραφερόμενος τοῖς σκέλεσιν, ὥστ’ εἰπεῖν τὴν δούλην· Χρυσίππου μόνα τὰ σκέλη μεθύει. Diog. Laërt. VII 182. πάλιν δὲ ἐπεί τις ζητῶν καταμόνας αὐτῷ διελέγετο εὐσταθῶς, ἐπεὶ δὲ θεωρῶν προσιόντα ὄχλον ἤρχετο φιλονικεῖν ἔφη (Eur Or. 253. 54) οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται· ταχὺς δὲ μετέθου λύσσαν ἀρτίως φρονῶν.