Ancient Greek · ~1 min
1.9 to 1.10
Chrysippus, Fragmenta Logica et Physica 1.9-10
Not analysed yet
Diog. Laërt. VII 182. πρὸς δὲ τὸν κατεξανιστάμενον Κλεάνθους διαλεκτικὸν καὶ προτείνοντα αὐτῷ σοφίσματα· πέπαυσο, εἶπε, παρέλκων τὸν πρεσβύτερον ἀπὸ τῶν πραγματικωτέρων, ἡμῖν δὲ τοῖς νέοις ταῦτα προτίθει. Diog. Laërt. VII 182. οὗτος ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρὰ Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι· εἰ τοῖς πολλοῖς, εἶπε, προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα.