Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.30
Not analysed yet
Plut. de Stoic. repugn. cp. 9 p. 1035 b. Ἀλλὰ τοῦτόν γε τὸν λόγον, ὃν ἔσχατόν φησι δεῖν τάττεσθαι ⟨τὸν⟩ περὶ θεῶν, ἔθει προτάττει καὶ προεκτίθησι παντὸς ἠθικοῦ ζητήματος· οὔτε γὰρ περὶ Τελῶν, οὔτε περὶ Δικαιοσύνης, οὔτε περὶ Ἀγαθῶν καὶ Κακῶν, οὔτε περὶ Γάμου καὶ Παιδοτροφίας οὔτε περὶ Νόμου καὶ Πολιτείας φαίνεται τὸ παράπαν φθεγγόμενος, εἰ μή, καθάπερ οἱ τὰ ψηφίσματα ταῖς πόλεσιν εἰσφέροντες προγράφουσιν Ἀγαθὴν Τύχην, οὕτω καὶ αὐτὸς προγράψειε τὸν Δία, τὴν Εἱμαρμένην, τὴν Πρόνοιαν, τὸ συνέχεσθαι μιᾷ δυνάμει τὸν κόσμον, ἕνα ὄντα καὶ πεπερασμένον.