Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.31
Not analysed yet
Plut. de Stoic. repugn. cp. 24 p. 1046 a. τί οὖν σὺ (scil. Chrysippe), φήσαι τις ἄν, αὐτὸς ἀνδράσι τοιούτοις καὶ τοσούτοις οὐδέποτε παύσῃ μαχόμενος οὐδ’ ἐλέγχων, ὡς νομίζεις, ἐν τοῖς κυριωτάτοις καὶ μεγίστοις διαμαρτάνοντας; οὐ γὰρ δήπου περὶ μὲν διαλεκτικῆς ἐσπουδασμένως ἔγραψαν, περὶ δ’ ἀρχῆς καὶ τέλους καὶ θεῶν καὶ δικαιοσύνης ἐκ παρέργου καὶ παίζοντες, ἐν οἷς τυφλὸν αὐτῶν ἀποκαλεῖς τὸν λόγον καὶ μαχόμενον αὑτῷ καὶ μυρίας ἄλλας ἁμαρτίας ἔχοντα.