Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.307
Not analysed yet
Proclus in Plat. Timaeum p. 81 E Schn. ἀποροῦσι δέ τινες, ὅπως ὁ Πλάτων ἔλαβεν ὡς ὡμολογημένον τὸ δημιουργὸν εἶναι τοῦ παντὸς εἰς παράδειγμα βλέποντα· μὴ γὰρ εἶναι δημιουργὸν εἰς τὸ κατὰ ταὐτὰ ἔχον ὁρῶντα. πολλοὶ γὰρ καὶ τούτου προεστᾶσι τοῦ λόγου τῶν παλαιῶν, οἱ μὲν Ἐπικούρειοι καὶ πάντη τοῦ παντὸς αἴτιον οὐκ εἶναι φάσκοντες, οἱ δὲ ἀπὸ τῆς Στοᾶς εἶναι μέν, ἀχώριστον δὲ ὑφεστάναι τῆς ὕλης. Cf. p. 299 C. περὶ δὲ ἀπάντων τῶν κατευθυνόντων τὴν γένεσιν θεῶν λέγωμεν, ὡς οὔτε τὴν οὐσίαν ἔχουσι τῇ ὕλῃ συμμεμιγμένην, καθάπερ φασὶν οἱ ἀπὸ τῆς Στοᾶς etc.