Ancient Greek
1.308 to 1.309
Chrysippus, Fragmenta Logica et Physica 1.308-309
Not analysed yet
Syrianus in Aristot. Metaphys. (Aristot. Acad. V. 841a). ἄλλων δὲ καὶ ποιητικὴν μὲν αἰτίαν ἀπολειπόντων, ἀχώριστον δὲ ταύτην τῆς ὕλης, καθάπερ οἱ Στωϊκοὶ μὲν ὕστερον, ἄλλοι δέ τινες πρὸ αὐτοῦ (sc. Aristotele). Sextus adv. math. X 312. ἐξ ἀποίου μὲν οὖν καὶ ἑνὸς σώματος τὴν τῶν ὅλων ὑπεστήσαντο γένεσιν οἱ Στωϊκοί· ἀρχὴ γὰρ τῶν ὄντων κατ’ αὐτούς ἐστιν ἡ ἄποιος ὕλη καὶ δι’ ὅλων τρεπτή, μεταβαλλούσης τε ταύτης γίγνεται τὰ τέσσαρα στοιχεῖα, πῦρ καὶ ἀήρ, ὕδωρ καὶ γῆ.