Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.311
Not analysed yet
Sextus adv. math. IX 75. ἡ τοίνυν τῶν ὄντων οὐσία, φασίν, ἀκίνητος οὖσα ἐξ αὑτῆς καὶ ἀσχημάτιστος, ὑπό τινος αἰτίας ὀφείλει κινεῖσθαί τε καὶ σχηματίζεσθαι· καὶ διὰ τοῦτο, ὡς χαλκούργημα περικαλλὲς θεασάμενοι ποθοῦμεν μαθεῖν τὸν τεχνίτην ἅτε καθ’ αὑτὴν τῆς ὕλης ἀκινήτου καθεστώσης, οὕτω καὶ τὴν τῶν ὅλων ὕλην θεωροῦντες κινουμένην καὶ ἐν μορφῇ τε καὶ διακοσμήσει τυγχάνουσαν, εὐλόγως ἂν σκεπτοίμεθα τὸ κινοῦν αὐτην καὶ πολυειδῶς μορφοῦν αἴτιον. τοῦτο δὲ οὐκ ἄλλω τι πιθανόν ἐστιν εἶναι ἢ δύναμίν τινα δι’ αὐτῆς πεφοιτηκυῖαν, καθάπερ ⟨ἐν⟩ ἡμῖν ψυχὴ πεφοίτηκεν. αὕτη οὖν ἡ δύναμις ἤτοι αὐτοκίνητός ἐστιν ἢ ὑπὸ ἄλλης κινεῖται δυνάμεως· καὶ εἰ μὲν ὑφ’ ἑτέρας κινεῖται, τὴν ἑτέραν ****ἀδύνατον εἶναι κινεῖσθαι μὴ ὑπ’ ἄλλης κινουμένην, ὅπερ ἄτοπον· ἔστι τις ἄρα καθ’ ἑαυτὴν αὐτοκίνητος δύναμις, ἥτις ἂν εἴη θεία καὶ ἀΐδιος. ἢ γὰρ ἐξ αἰῶνος κινήσεται ἢ ἀπό τινος χρόνου· ἀλλ’ ἀπό τινος χρόνου μὲν οὐ κινήσεται· οὐ γὰρ ἔσται τις αἰτία τοῦ ἀπό τινος αὐτὴν χρόνου κινεῖσθαι. ἀΐδιος τοίνυν ἐστὶν ἡ κινοῦσα τὴν ὕλην δύναμις καὶ τεταγμένως αὐτὴν εἰς γενέσεις καὶ μεταβολὰς ἄγουσα· ὥστε θεὸς ἂν εἴη αὕτη.