Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.310
Not analysed yet
Alexander Aphrod. de mixtione p. 224, 32 Bruns. αἰτιάσαιτο δ’ ἄν τις εὐλόγως αὐτῶν, ἐνταῦθα τοῦ λόγου γενόμενος, καὶ τὸ δύο ἀρχὰς τῶν πάντων λέγοντας εἶναι, ὕλην τε καὶ θεόν, ὧν τὸν μὲν ποιοῦντα εἶναι, τὴν δὲ πάσχουσαν, μεμῖχθαι τῇ ὕλῃ λέγειν τὸν θεόν, διὰ πάσης αὐτῆς διήκοντα καὶ σχηματίζοντα καὶ μορφοῦντα καὶ κοσμοποιοῦντα τούτῳ τῷ τρόπῳ· εἰ γὰρ θεὸς κατ’ αὐτοὺς σῶμα, πνεῦμα ὢν νοερόν τε καὶ ἀΐδιον, καὶ ἡ ὕλη δὲ σῶμα, πρῶτον μὲν ἔσται πάλιν διῆκον σῶμα διὰ σώματος, ἔπειτα τὸ πνεῦμα τοῦτο ἤτοι τι τῶν τεσσάρων τῶν ἁπλῶν ἔσται σωμάτων, ἃ καὶ στοιχεῖά φασιν, ἢ ἐκ τούτων σύγκριμα, ὥς που καὶ αὐτοὶ λέγουσιν (καὶ γὰρ ἀέρος καὶ πυρὸς ὑφίστανται τὴν οὐσίαν ἔχειν τὸ πνεῦμα) ἢ ⟨εἰ⟩ ἄλλο τι εἴη, ἔσται τὸ θεῖον αὐτοῖς σῶμα πέμπτη τις οὐσία, χωρὶς ἀποδείξεως τινος καὶ παραμυθίας λεγομένη τοῖς πρὸς τὸν μετὰ τῶν οἰκείων ⟨ἀποδείξεων⟩ τιθέμενον τοῦτο ἀντιλέγουσιν ὡς λέγοντα παράδοξα.