Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.320
Not analysed yet
Plotinus Ennead. II lib. IV, 1 (Vol. I p. 104 Mü.) . καὶ οἱ μὲν σώματα μόνον τὰ ὄντα εἶναι θέμενοι καὶ τὴν οὐσίαν ἐν τούτοις, μίαν τε τὴν ὕλην λέγουσι καὶ τοῖς στοιχείοις ὑποβεβλῆσθαι, καὶ αὐτὴν εἴναι τὴν οὐσίαν· τὰ δ’ ἄλλα πάντα οἷον πάθη ταύτης, καὶ πὼς ἔχουσαν αὐτὴν καὶ τὰ στοιχεῖα εἶναι. καὶ δὴ καὶ τολμῶσι καὶ μέχρι θεῶν αὐτὴν ἄγειν· καὶ τέλος δὴ καὶ αὐτὸν [αὐτῶν] τὸν θεὸν ὕλην ταύτην πὼς ἔχουσαν εἶναι. διδόασι δὲ καὶ σῶμα αὐτῇ, ἄποιον αὐτὸ σῶμα λέγοντες· καὶ μέγεθος δέ.